Zu Job. 2, 11. Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ. Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τούτους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.]] ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ᾿ αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμω τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελφοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ 5 Joh. 2, 7. — 18 Joh. 2, 12. XXIX. Ι ℵ] 1 ἄγει ℵ, cf. II | 3 εἰπόντων — 6 ἄνω < ℵ, cf. II | 6 καταλιπεῖν V | 7 οὐ — 8 γεγενῆσθαι < ℵ. II Ρ (Cord. p. 72)] 2 πράττοντος Ρ | 3 ἂν] + εἰη η ü. d. Ζ.) Ρ | 4 nach ὕδωρ a. Rd. ὅτι ν. äterer Hd. ügt Ρ | 6 καὶ < Ρ Cord | καταλιπεῖν Ρ | 7 ὑδρειῶν Ρ. XXX. Ι ℵ] 12 ἐπὶ2 < ℵ, cf. II | λέγω ℵ, cf. II | 13 οὐ < ℵ, cf. II. II Ρ (Cord. p. 74)] 11 τὸ] + δὲ Ρ Cord | 13 οὖν] δὲ Cord | 14 μεταβάλλειν Ρ. XXXI. Ι ℵ] 18 καπερναουμ V | 20 ζητεῖται — 21 διαμεινάσης ℵ, cf. II | 23 οὐδ’] οὔτε ℵ, cf. II. II Ρ (Cord. p. 75)] 18 καὶ1 < Ρ | καὶ1 — 19 αὐτοῦ3 < Cord | 19 αὐτοῦ3] + καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας Ρ | 24 τοῦ < Ρ Cord. καθ’ ὁμολογὶαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ ἐχρημάτισεν. [[τοῦτο γὰρ ὁ Μω¨θσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπιβαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ’ ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πληοίον. ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει]], ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει. Ζu Joh. 2, 13. Vgl. Χ, 13ff. Die Sprache des Fragmentes beweist, dass es Origenes fremd ist. Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἠν ἡ καλουμένη Πάσχα, ὑπερκειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑοπταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἠγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὀ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἁλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἵκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς Πωλεῖσθαι ἐκεῖ ὥσπερ ἐν ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής. ἀλλ’ ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπικομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανείζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ 2 Vgl. Deut. 22, 24. — 13 Vgl. Exod. 12, Iff. — 21 Vgl. Joh. 2, 13. XXXI. I ℵ] 1 ὁμολογίαν] ὁμολόγησεν S1 | τοῦτο — 6 λέγει < ℵ, cf. II | 6 τῇ τ. διατάξει < ℵ, cf. II | 7 τυγχάνη ℵ, Cord. II Ρ (Cord. p. 75)] 1 ὁμολογίας Ρ Cord | αὐτῶ Ρ | ἡ < Ρ | μαρία Ρ | 4 τοῦ πλησίον — 5 γυναῖκα < Cord | 7 τυγχάνη Ρ. XXXII. Ι χ’ 13 πάσχα| φάσκα ℵ, corr. Br | 15 μετάβατην ℵ, corr. Br | 17 Ἱερουσαλὴμ < ℵ; in S hat e. späte Hd. d. Wort ü. d, Z. zugesetzt | 25 ἐν + We 29 λαμβάνοντας ℵ, corr. Br | ἀργυρίου? We. μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοιγαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέθαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν † καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ’ αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· »Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα »ποιεῖς;« Δυνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] Zu Joh. 2, 23. Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ᾿ εἰς τὸ ὄνομα αὐτοῦ. οὑτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὡν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ᾿ ἐκ τοῦ βάθους τῆς διανοίας πάντα. τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ’ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα 4 Vgl. Joh. 2, 15. — 12 Joh. 2, 18. — 21 Vgl. Joh. 2, 24. — 23 Vgl. Euseb., h. e. V, 28, 2. 6. VI, 17. XXXII. I ℵ] 4 οὐκ ἂν δὲ] οὐδὲ RV | 5 ὁ ἐπιβαλλόμενος? We | 10 φωνώντων R. II Ρ (Cord. p. 76)] (7 μηδεὶς — Schluss) 8 δὲ Ρ Cord | νομιζέτω] + τὸ πραχθὲν Ρ Cord | τοῦτο] + ὑπὸ τοῦ Ἰησοῦ Ρ Cord | τῶν ἄ. θαυμάτων < Ρ Cord | εἶναι] + τοῦ νεκροὺς ἐγεῖραι ἢ τυφλοῖς ὄψιν παρασχεῖν Ρ Cord | οὐκ ἄνευ γὰρ Ρ Cord | 10 φωνώντων Ρ | 14 ὅλον — 15 μόνος < Ρ | 15 μόνος)] + ὁ μόγις ἂν ἄλλος ὁ μηδεὶς ἄλλος ὢν καὶ Cord] μετὰ χειρὸς πλείονος στρατιωτικῆς στρατηγὸς ἢ βασιλεὺς ὢν ἐπεχείρησε ποιεῖν Ρ Cord. ΧΧΧΙΙΙ. Ι ℵ] 23 f. So hat Origenes nicht geschrieben | 24 ὢν ἄνθρωπος V. II Ρ (Cord. p. 81)] (19 οὐ — .509, 5 ἀνθρώπῳ) 19 οὐ] οὔτε Cord | οὐ] + γὰρ Ρ Cord | οὐδὲ] ἢ Ρ Cord | εἶχον Ρ Cord | περὶ — 20 εἴρηται < Ρ Cord | 20 οὐδὲ] οὐκ Ρ Cord | 21 αὐτοὺς Cord | 22 πάντας Ρ, πάντως Cord | 23 ψιλῷ < Ρ Cord 24 πάντας Cord. οἶδεν , τὸ κρυπτὸν καταλαμβάνων τοῦ νοῦ. περὶ μόνου γὰρ θεοῦ λέγεται τὸ » Ὁ τῶν κρυπτῶν γνώστης καὶ εἰδὼς πάντα πρὶν γενέ- »σεως αὐτῶν‘.]] καὶ ἐπεὶ Ἰησοῦς, θεὸς ὤν, τῆς καρδίας τὸ κρυπτὸν ἐπίσταται, οὐ χρῄζει παρ᾿ ἀνθρώπου μαρτυρίαν λαβεῖν, ἐπιστάμενος τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. οὐ γὰρ εἴρηται γινώσκειν τὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. καὶ ἐπεὶ ἐγίνωσκεν μὴ ἐμμένοντας αὐτοὺς ἐν ἡ εἶχον εἰς τὸ ὄνομα αὐτοῦ πίστιν, οὐκ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς. ἐκ σημείων γάρ, ἀλλ’ οὐκ ἐκ νοήσεως τῆς περὶ θεοῦ ἐπεπιστεύκεισαν. διὸ καὶ ταχέως μεταπίπτειν ἠδύναντο ἀπατηθησόμενοι παρ’ ἑαυτῶν ἢ παρ᾿ ἑτέρων σοξιζομένων μένων αὐτοὺς μὴ ἄρa τὰ σημεῖα οὐκ ἀληθῶς ἢ οὐκ ὀρθῶς γέγονεν. ἀλλ’ οὐκ εὐεξαπάτητος ὁ πιστεύων εἰς αὐτὸν παρὰ θεοῦ διάληψιν ἔχων. Zu Joh. 3, 1. Ἐν τοῖς πολλοῖς τοῖς πεπιστευκόσιν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ τακτέον καὶ τὸν Νικόδημον, ἕνα τῶν Φαρισαίων ὄντα καὶ ἄρχοντα τῶν Ἰουδαίων ὑπάρχοντα. ἀμέλει γοῦν διδάσκαλον εἶναι Ἰησοῦν ἔχοντα θεὸν μεθ᾿ ἐαυτοῦ, ἀλλ᾿ οὐ θεὸν εἶναι ἐνόμιζεν, ὡς αἱ αὐτοῦ λέξεις σημαίνουσιν, εἰπόντος ὅτι »Ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος«, καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· »Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾿ αὐτοῦ«. ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾡ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν εἷς ὑπῆρχε. μᾶλλον δ᾿, ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα 2 Susann. (Th.) 42. — 4 Vgl. Joh. 2, 25. — 19 Joh. 3, 2. — 27 Vgl. Mal. 4, 2. (3, 20). — 28 Vgl. Joh. 8, 56. XXXIII. I ℵ] 1 περὶ — 3 αὐτῶν < ℵ, cf. II | 5 οὐ — 6 ἀνθρώπῳ < R | 7 πίστει? We | 8 αὐτὸν ἑαυτοῖς R | 12 περὶ S(?). ΙΙ Ρ (Cord. p. 81)] 1 τοῦ νοῦ περιλαμβάνων Ρ Cord | γὰρ < Ρ | 3 καὶ < Ρ Cord | ἐπεὶ] + οὖν Ρ, γοῦν Cord | τῆς καρδίας < Ρ Cord | 4 χρῄζει] + δὲ λαβεῖν Ρ Cord | λαβεῖν] θεὸς ὢν Ρ Cord. XXXIV. Ι ℵ] 18 αὐτοῦ] ἑαυτοῦ ℵ, corr. Pr | τῆς2] ἧς ℵ, corr. Br | 23 προελθόν τος, ℵ, corr. Br | 25 τοῦτον V | 26 προελήλυθεν ℵ, cf. ΙΙ | 27 ἀνατέταλκεν ℵ, cf. ΙΙ. II Cord. (p. 82)] (25 διὰ τοῦτο — Schluss) | 27 πεφωτισμένος Cord. λαβὼν παρεσκεύαστο πρὸς τὸ ἰδεῖν αὐτήν, καὶ θεασάμενος ἐχάρη. Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν. διὸ καὶ ὡς ἐπίπαν θρασεῖς εἰσὶ καὶ ὑπερήφανοι. ὅθεν καὶ ταύτην ἔσχον τὴν ὀνομασίαν. Φαρὲς γὰρ παρ᾿ Εβραίοις Ὁ . ἐπεὶ οὐν καὶ οὑτοι διαιροῦσιν ἑαυτοὺς ἀπὸ Παντὸς ἔθνους τῶν Ἰουδαίων , ὡς ὑπερβάλλοντες φρονήσει καὶ βίῳ, ἀπὸ τοῦ Φαρὲς θέλουσι χρηματίζειν. Zu Joh. 3, 3. Τὸ »Ἄνωθεν« ὁτὲ μὲν ἐκ τῶν < καὶ , ὡς τὸ »Ὁ »ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν‘, ὁτὲ δὲ τὸ , ὡς ἐν τῷ »Οἷς ἄνωθεν δουλεύειν θέλετε«, τουτέστιν . γίνεται δὲ ἡ ἄνωθεν γέννησις, περὶ ἧς ὁ σωτὴρ διδάσκει, ἐξ ἀναλήψεως ἀρετῆς καὶ τηρήσεως τῶν ἐντολῶν αὐτοῦ. φησὶ γὰρ πρὸς τοὺς μαθητάς· »'Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων »ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς‘. πλὴν εἰ καὶ ἐσφαλμένως ὁ Νικόδημος ἀπήντησε τοῖς εἰρημένοις, ἀλλ οὐν ἔχει τι ἀληθὲς τὰ ὐπ᾿ αὐτοῦ λεχθέντα, εἰ καὶ μὴ αὐτὸς ἐνενόει αὐτά. ἀληθῶς γὰρ οὐδεὶς καταμένων ἐν τῷ ἄνθρωπος εἶναι ὡς γηρᾶν ἐν τῇ ἀνθρωπίνῃ καταστάσει τὴν κατὰ πνεῦμα καὶ ἄνωθεν γέννησιν δέξασθαι δύναται. ὡς γὰρ οὐδεὶς ἄδικος καὶ ἄπιστος μένων κατὰ δικαιοσύνην καὶ πίστιν γεννηθῆναι δύναται, οὕτως οὐδεὶς καταμένων ἐν τοῖς ἀνθρωπίνοις καὶ παλαιούμενος ἐν αὐτοῖς τὴν ἀνανεοῦσαν γέννησιν οἷός τέ ἐστι λαβεῖν. ὅθεν ὁ τῆς ἀληθείας διδάσκαλος γράφει τοῖς προθυμουμένοις ἐπὶ τὴν θείαν γέννησιν ἐλθεῖν ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἴνα τούτου ἀποβληθέντος ἐνδύσωνται τὸν νέον »ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν » δικαιοσύνῃ«, ᾡ ἕψεται, ὡς ἄνωθεν γεννηθέντι, ἐν καινότητι ζωῆς περιπατῆσαι. ἐπὶ ταύτην τὴν γέννησιν παρορμῶν ὁ Ἰησοῦς τοῖς 5 Vgl. ο. S. 132, 5. 285, 34. — 11 Joh. 3, 31. — 13 Gal. 4, 10. — 16 Matth. 5, 44 f. — 26 Vgl. Kol. 8, 9f. - 28 Vgl. Eph. 4, 24. — 29 Vgl. Rom. 6, 4. XXXIV. I ℵ] 2 προυχοσαν ℵ, cf. II | 4 ὡς < ℵ, cf. II | 7 ἔθνους < ℵ, cf. II. II Cord.] 2 τάξιν καὶ < Cord | 3 μετεχόμενοι Cord | ,5 ταύτην τὴν ὀνομασίαν ἔσχεν Cord. XXXV. Ι ℵ[ 14 γέννη SV | 19 τι] τὸ S1 | αὐτά] αὐτός ℵ, corr. Br. γνωρίμοις ἔλεγεν· »Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ »μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν( πρόσχες καὶ τούτου τὴν ἀκρίβειαν. τὰ μὲν παιδία οὐκ ἀμύνεται τοὺς ἠδικηκότας, οὐ λυπεῖται ἐπὶ τῇ ἀποβολῇ τῶν ἡδέων, οὐ προσπάσχει μετὰ βαβαιότητος τοῖς οὐσι προσηνέσι. βούλεται τοίνυν τοιούτους εἶναι ἡμᾶς ἐκ διαθέσεως οἷα τυγχάνει τὰ παιδία ἐξ ἡλικίας. ἐκεῖνα μὲν γὰρ οὐ λόγῳ ἐστὶ τοιαῦτα, οἱ δὲ ὡς ταῦτα γινόμενοι κατὰ πρόσταξιν Ἰησοῦ λόγῳ καὶ ἕξει βελτίστῃ σπεύδουσιν εὑρεθῆναι οὕτως ἔχοντες. κἂν τοίνυν ὁ Νικόδημος σὺν ἀμαθίᾳ τὰ προκείμενα εἶπεν, ἀλλ᾿ οὖν ἐν τοῖς λόγοις αὐτοῦ κείμενόν τι ἀληθὲς ἠγνοεῖτο αὐτῷ.