Ζu Joh. 1, 1. Δημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιουργία ἤρτηται λόγου, οὐκ ἄλλως ἔδει αὐτὸν τῶν πάντων δηλῶσαι ὄντα ποιητὴν ἔχουσιν (αὕτη δέ ἐστιν ἕξις μετὰ ἀδόλου λόγου ποιητική), ὁ δὲ τοῦ θεοῦ υἱός, οὐκ ἄλλος ὢς ἢ σοφίας καὶ τέχνης δημιουργός, εἰκότως λόγος ὀνομάζεται. οὐ γὰρ ἄλλη τις ὢν οὐσία παρὰ τὸν λόγου δι᾿ αὐτοῦ ποιεὶ τὰ ὄντα, ἀλλ᾿ αὐτός ἐστιν ὁ ποιῶν, θεὸς ὢν λόγος. εἶτ᾿ ἐπεὶ ὁ λόγος οὗτος, θεὸς ὢν κατ’ οὐσίαν καὶ αὐτὸ τοῦτο θεοῦ υἱὸς ὑπάρχων, τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν ἄνθρωπος γεγένηται, »Σὰρξ« ὁ λόγος ὠνομάσθη. καὶ ἐπεί τινες τῆς ὀρθῆς πίστεως ἐκπεσόντες οἴονται ἀπὸ τότε αὐτὸν μόνον εἶναι ἀφ’ οὑ ἐκ τῆς παρθένου ἄνθρωπος γεγονὼς προῆλθεν, ὀρθότατα πρὸς τοὺς τοιούτους ὁ θεολόγος γράφει τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ καταλλήλως τοῖς ῥήμασι χρησάμενος, τῷ μὲν »Ἐγένετο« ἐπὶ τῆς σαρκὸς, τῷ δὲ »Ἦν« ἐπὶ τῆς θεότητος αὐτοῦ σημαίνει]. καὶ ἦν μὲν κυριώτερον ἐπὶ τοῦ θεοῦ λόγου τὸ »Ἔστιν« εἰπεῖν· ἀλλ᾿ ἐπεὶ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὓπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ »Ἔστιν« τῷ »Ἦν« ὁ εὐαγγελιστὴς κέχρηται. τῶν δὲ ῥημάτων τὰς κυρίας σημασίας ἐκλαμβάνειν οὐ δεῖ ἐπὶ τῶν ἀιδίων· ὅτε 14 Joh. 1, 1. I V (anonym).] 6 θεοῦ + λόγος καὶ V | > + Pr | 9 ὁ < V | 10 ἄνθρωπος < V | 11 ὁ < V | 13 ὀρθότητα V | 14 τὸ < V | 15 τῷ 1 2] τὸ V | τὴν σάκρα, corr. Br | 16 αὐτοῦ σημαίνει] | V. II Mosq (unter d. Namen d. Origenes) Μ (anonym)] 3 ὄντα < M | δηλῶσαι ὄντα + Mosq] τῶν πάντων Mosq Μ Cord | 6 υἱός] + ἐπειδὴ Mosq Μ Cord | ἄλλως Μ | δημιουργεῖ? Mosq | 9 εἶτα Mosq | 11 σάρξ] σ . . . Mosq | 15 τῷ1 2] τὸ Μ Cord | 16 αὐτὸν Mosq Cord | 17 ἐπείπερ Mosq | 18 γενάμενος Mosq | 19 τῷ] τοῦ Cord. μὲν γὰρ τὰ σημαινόμενα ὑπὸ τούτων χρόνῳ συμμετρουμένην ἔχει τὴν ὕπαρξιν, ὡς τὸ Ἦν τὸ μηκέτ’ ὄν, ἀλλά ποτε ὁμοίως τὸ Ἔστι δηλοῖ τὸ νῦν ὑπάρχον, ὡς τὸ Ἔσται τὸ μέλλον ὑπάρξαι]]. ἀλλ᾿ ἐπεὶ ὁ λόγος τοῦ θεοῦ ἀίδιός ἐστι, τυγχάνων θεός, τὰ ῥήματα ἐπ᾿ αὐτοῦ οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, τοῦ σημαινομένου ὑπ᾿ αὐτῶν οὐχ ὑπὸ χρόνον ὄντος. ἔστι δὲ ἀπ᾿ αὐτῶν τῶν τοῦ θεολόγου φωνῶν θηρεῦσαι τὴν διάνοιαν. εὐθὺς γὰρ ἀρχόμενος τῆς κατ’ αὐτὸν συντάξεως, γράφει· »Ἐν »Ἐν ἀρχῇ ἦν ὁ λόγος( ἦν γὰρ ἐν ἀρχῇ ποιῶν τὸν οὐρανὸν καὶ τὴν γῆν. εἰ γὰρ »Πάντα δι’ αὐτοῦ ἐγένετο«, τῶν πάντων δὲ ὁ οὐρανὸς καὶ ἡ γῆ ὑπῆρχεν, ἐν τῇ τούτων οὐσιώσει αὐτὸς ἠν κτίστης αὐτῶν. εἶτ᾿ ἐπεὶ μὴ εἶπεν έν τῇ τινὸς ἀρχῇ ὁ λόγος ἦν, καθόλου ληπτέον αὐτό, ἕν’ ᾖ τὸ δηλούμενον τοιοῦτον· έν ἀρχῇ τῶν ἀγγέλων, καὶ ἐν ἀρχῇ τῶν ἀρχαγγέλων ἦν ὁ λόγος· καὶ συνελόντι εἰπεῖν, ἐν ἀρχῇ τῶν ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχὴ τε καὶ ποιητής. ἐν Χριστῷ γὰρ »ἐκτίσθη τὰ πάντα«, τά τε »ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὀρατὰ καὶ τὰ ἀόρατα, »εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι εἴτε θρόνοι εἴτε κυριότητες· πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα έν αὐτῷ συνέστηκεν, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν( εἰ γὰρ τὰ πάντα έν αὐτῷ συνέστηκεν, καὶ πρὸ αὐτῶν ἐστιν, ἀρχὴ αὐτῶν κατὰ τὸ εἶναι αἴτιος ὑπάρχων, ἀκολούθως ῥητέον εἶναι αὐτὸν ἐν τῇ πάντων οὐσιώσει. πῶς γὰρ οὐκ ἔδει αὐτὸν εἶναι πρὸ αὐτῶν καὶ ἐν ἀρχῇ τῆς ὑπάρξεως αὐτῶν κτίστην ὄντα; εἶτ᾿ ἐπεὶ ἐν ἀρχῇ αὐτὸν εἶπεν εἶναι ἔδει δηλῶσαι καὶ πῶς καὶ πρὸς τίνα ὄντα ποιεῖν αὐτὸν ἐχρῆν. διὸ ἐπήγαγεν τῷ »Ἐν τῇ ἀρχῇ ἦν »Ὁ λόγος« καὶ τὸ »Ἧν ὁ λόγος πρὸς τὸν θεόν«· πρὸς ἡμᾶς μὲν γὰρ ἐλθών, ὅτε ἐκ παρθένου ἐτέχθη, ἀπέσταλτο ὑπὸ τοῦ πατρός· διὸ 8 Joh. 1, 1. — 10 Gen. 1, 1. — 13 Joh. 1, 3. - 19 Kol. 1, —18. — 29 Joh. 1, 1. I V] 2 ὠς u. τὸ + Cord | 3 ὠς — 4 ὑπάρξαι < V | 6 χρόνου V | 7 ἀπ’] ὑπ᾿ V | θεωρῆσαι V | 13 ὁ < | V | 16 τῶν ἀγγέλων — 25 ἀρχὴ αὐτῶν] V ziebt zusammen: τῶν τε ὁρατῶν καὶ ἀοράτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχὴ καὶ ποιητής, καὶ πρὸ αὐτῶν ἐστιν ἀρχὴ | 25 αὐτῶν + καὶ? We | 30 τὸ < V | vor πρὸς ist in V ein freier Raum wie ür ein Rubrum. II Mosq M] 1 χρόνων? Mosq | 2 μηκέτι Mosq | 8 τῆς — 9 τὴν < Mosq | 9 μὲν < Μ | 11 ὁ < Mosq Μ Cord | 19 ὢν] ἦν Cord | ἅπαντα Cord | 20 τοῖς < Cord | 23 ἀρχὴ] + καὶ Cord, ὁ? Μosq | 28 εἶτ᾿ — Schluss < M | 29 τὸ Mosq. καὶ »Ἐσκήνωσεν ἐν ἡμῖν« καὶ ὄνομα ἔοχεν αὐτὸ δὴ τοῦτο »Μεθ᾿ »ἡμῶν ὁ θεός« ὅτε δὲ ἐδημιούργησεν, ἐπεὶ μὴ ὡς ἄνθρωπος ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς οὐσίαν ἔφερε τὰ πάντα, καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· λέγεται δὲ καὶ σοφία ὁ τοῦ θεοῦ υἱός, ἀρχὴ ὁδῶν τοῦ θεοῦ κτισθεῖσα κατὰ τὴν τῶν Παροιμιῶν γραφήν, ὅτι ἡ τοῦ θεοῦ σοφία, πρὸς τὸν οὗ ἐστι σοφία ὑπάρχουαα, οὐδεμίαν σχέοιν πρὸς ἕτερόν τινα εἶχεν, ἀλλ᾿ εὐδοκία θεοῦγενόμενος τὰ κτίοματα ὑπάρξαι ἠβονλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουργικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ δηλούμενον διὰ τοῦ ἐκτίσθαι αὐτὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ, καθ᾿ ἃς ὁδοὺς διαπορεύεται οὐσιῶν διακοσμῶν προνοούμενος, εὐεργετῶν, χαριζόμενος ἐν ταύτῃ τῇ σοφίᾳ κτισθείσῃ. ἀρχὴν οὖν εἶναι τὸν λόγον φασὶν οὐχ ἕτερον ὄντα αὐτῆς κατ᾿ οὐσίαν ἀλλ᾿ ἐπινοίᾳ καὶ σγέσει, ἵν᾿ ᾖ ἡ αὐτὴ ὕπαρξις ἣν νῦν καλοῦσιν κατ᾿ οὐσίαν αἱ γραφαί, ᾗ μὲν ᾠκείωται τῷ θεῷ σοφία, ᾗ δὲ νένευκεν, ἵν᾿ οὕτως εἴπω, πρὸς τὰ δημιουργήματα ὁ δημιονργικὸς λόγος, οὐκ ἐντανῦθα δὲ μόνον ὁ τοῦ θεοῦ υἱὸς λόγος εἴρηται· ἔστι δὲ παραθέσθαι ἡητὰ οὐκ ἐκ τῆς καινῆς μόνον ἀλλὰ καὶ ἐκ τῆς παλαιᾶς· »Τῷ λόγῳ γὰρ κυρίου οὐρανοὶ ἐστερεώθησαν«. καὶ τὸ »Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. καὶ ὁ Λουκᾶς φησιν· »Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ »ὑπηρέται γενόμενοι τοῦ λόγου«. Zu Job. 1, 4. Ὃ γέγονεν ἐν αὐτῷ, δηλονότι τῷ λόγῳ, ξωὴ ἦν· ἵν᾿ ὥσπερ θεὸς εἰς ὕπαρξιν ἤγαγεν τὰ πάντα, οὕτω καὶ ζωοποιηθῇ τὰ πεφνκότα ζῆν μετονσίᾳ αὐτοῦ. διὸ καὶ ἁρμοδίως εἴρηται τὸ »Καὶ ἡ »ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων«. οὐ γὰρ προσεκτέον τοῖς ἐκ τῆς λέξεως ταύτης γενητὸν εἶναι τὸν λόγον νομίσασι. τὸ γὰρ γενό- 1 Job. 1, 14. — Vgl. Jes. 7, 14; 8, 10. — 4 Vgl. Pro v. 8, 22. — 18 Ps. 32, 6. — 19 Ps. 106, 20. — 20 Luk. 1, 1. — 26 Job. 1, 4. I 3 καὶ < V | 12 οὖν ovv) + Pr | 13 ἡ + We | 14. 15 ᾗ] ἡ V, corr. We. II Mosq 2 δημιουργεί Mosq | 4 λέγεται bis z. Schluss: ον τέχνη ἦν ἢ λόγος, ἀλλ᾿ [ἃ Cord] ἐν ἄλλοις ἔχει τὸ εἶναι, ὡς ἀρτίως ἐλέγετο περὶ τῶν ἐν ἀν&ρώποις δημιουργῶν, ὡς ἄλλο ἐστὶν αὐτοῖς τὸ ὑτιάρχειν ἐν ἀνθρώποις καὶ ἄλλο τὸ εἶναι τεχνίταις. οὐδένα γοῦν τοὐτων λόγον [καλοῦμεν, ἀλλ᾿ ἔχειν λόγον + Cord] λέγομεν. ἀλλ᾿ οὐχ ὁ δημιονργὸς τοῦ παντὸς τοιοῦτος, τνγγάνων θεὸς λόγος κατ᾿ οὐσίαν, διὸ καὶ Σοφία καὶ Ἀλήθεια ἐν ταῖς θεολογίαις ὀνομάζεται. Mosq Cord. II. I ℵ] 26 nach αὐτοῦ sind c. 3 Bchst. ausradiert V. μενον οὐκ αὐτό ἐστι ζωή· ὃ οὐκ ἔξωθεν αὐτῷ ἐπῆλθεν, ἐν αὐτῶ γὰρ γέγονεν ἡ ζωή. οὐ γὰρ οἱοί τε ἠσαν οἱ γενητοὶ οὕτως αὐτὸν ἔχειν τυγχάνοντα κατ᾿ οὐσίαν ζωὴν ὡς ἔστι παρὰ τῷ πατρί. εἴρηται γὰρ πρὸς τὸν θεόν· Παρὰ σοὶ πηγὴ ζωῆς«. καὶ ἔστιν ἡ ζωὴ αὓτη παρὰ τῷ πατρὶ οὐ ζωοποιοῦσα αὐτόν· οὐ γὰρ μετουσίᾳ ζωῆς ὁ πατὴρ ζῇ, ἀλλὰ ζωὴ θεὸς ὢν γεννᾷ ζωήν, ὡς καὶ σοφὸς σοφίαν καὶ δυνατὸς δύναμιν. αὕτη ἡ ζωὴ τὰ λογικὰ ὠφελῆσαι βουλομένη σχέσιν τὴν πρὸς αὐτὰ ἀνεδέξατο, ἐπὶ τὸ ζὴν αὐτὰ προσλαβόντα αὐτὴν μετουσίας τρόπῳ· καὶ οὐ περὶ μόνου γε τοῦ κοινοῦ ζῆν αὐτῶν τοῦτο λεκτέον· ἀλλὰ γὰρ καὶ τοῦ κατ᾿ ἀρετὴν καθ᾿ ὃ συμβαίνει εὖ ζῆν. τοῦτο γοῦν παρίσταται καὶ ἐξ αὐτῆς τῆς λέξεως· φησὶ γάρ· »Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων( ὅτι δὲ ἐνταῦθ᾿ οὓτως ἔχει καὶ ἐξ ἐτέρου ἔστι πιστώσασθαι. ὁ τοῦ θεοῦ υἱὸς καὶ λόγος, θεὸς ὢν λόγος, ἐστὶ πρὸς τὸν θεόν, ὡς ἀρτίως εἴρηται, γινόμενος καὶ πρὸς τοὺς ἀνθρώπους ὡς οἷοί τε εἰσὶν χωρεῖν αὐτοῦ τὴν παρουσίαν. εἴρηται γάρ· »Λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ«, καὶ »Ἐγένετο λόγος κυρίου πρὸς Ἰερεμίαν«, καὶ καθόλου· »Ἐκείνους Μὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο«. ὡς οὖν λόγος μὲν πρὸς τὸν θεόν ἐστι, γίνεται δὲ πρὸς τοὺς γενητούς, οὓτως ζωὴ τυγχάνων ἐστὶ παρὰ τῷ πατρί, ζωοποιῶν πρὸς οὓς ἐπιφοιτᾷ, γινομένης ἐν αὐτῷ ζωοποιητικῆς σχέσεως ἁρμονίως ἐχούσης πρὸς ζωοποιούμενα, ἀλλ’ ἐπεὶ πρὸς τῷ ζωοποιῆσαι καὶ γνῶσιν ἀληθείας ἐμποιεῖ, φωτίζουσα τὸν νοῦν τῶν παραδεχομένων αὐτήν, καὶ φῶς ἀνθρώπων ὀνομάζεται. ἀνθρώπων δὲ φῶς οὖσα δῆλον ὃτι καὶ τὰ ὑπερβεβηκότα λογικὰ φωτίζει. εἰ γὰρ τῶν ἐλαττόνων λογικῶν φῶς ἐστι, πολλῷ μᾶλλον τῶν ὑπεραναβεβηκότων. Zu Joh. 1, 5. Τὸ θεολογούμενον φῶς λυτικόν ἐστι πάσης σκοτίας καὶ ἀγνοίας καὶ κακίας ὑφισταμένης. διὸ ἐν τῇ τοιαύτῃ σκοτίᾳ φαῖνον οὐ καταλαμβάνεται ὑπ’ αὐτῆς. ὂν γὰρ τοῦτο τὸ φῶς σοφία καὶ δικαιοσύνη θεοῦ, ᾗ μὲν σοφία ἐστὶ λύει τὴν τοῦ νοῦ ἄγνοιαν, ᾐ δὲ δικαιοσύνη τὰ διαβήματα τῆς ψυχῆς κατευθύνει, καὶ τοῦτό ἐστι τὸ ἐν τῇ σκοτίᾳ φαίνειν αὐτὸ οὐ κωλυόμενον ἐκπέμπειν τὰς οἰκείας αὐγὰς τῷ φωτιζομένῳ ἀνθρώπῳ· διὸ οὐ καταλαμβάνεται ὑπὸ τῆς σκοτίας, λυομένης 4 Ps. 35, 10. — 13 Joh. 1, 4. — 16 Hos. 1, 1. — 17 Jer. 1. 4. — Joh. 10,35. 32 Vgl. Ps. 118, 133. II, I ℵ] 1 ὃν ℵ, corr. Br | 8 τὸ] τῷ? We | αὐτῶν We] αὐτὸν ℵ | 16 ἐγεννήθη S1 | 23 ἀλήθειαν S1 | 25 λογικὸν Rv. καὶ ἀφανιζομένης τῇ παρουσίᾳ αὐτοῦ. οὐ γὰρ ὑφεστῶσα καὶ ἐνεργοῦσα οὐ καταλαμβάνει αὐτό, ἀλλὰ λυομένη καὶ μηκέτι οὖσα. οἷον ὁ Παῦλος ὅτε ἠγνόει τὸν χριστὸν ἐδίωκεν αὐτόν, πρὸς τοῦτο ἐκ τῆς προσούσης ἀγνοίας, ἣν εἴπομεν εἶναι σκοτίαν· ἀλλὰ τοῦ διωκομένου φωτὸς ὑπ᾿ αὐτῆς ἐκλάμψαντος τὰς οἰκείας αὐγὰς λέλυται ἡ σκοτία, καὶ ταύτῃ καταλαβεῖν αὑ δεδύνυηται τὸ διωκόμενον ὑπ᾿ αὐτῆς φῶς. ὡσαύτως καὶ ὁ μετανοήσας ἐπὶ τῷ λῃστής, πεπηρωμένος τῇ προειρημένῃ σκοτίᾳ ἐδίωκε τὸ φῶς· ἀλλ’ ἡ ἐν τῷ λῃστῇ σκοτία λέλυται, καὶ οὕτως αὐ καταλαμβάνει τὸ φῶς. καὶ ἴνα ἐπὶ τὸ σαφέστερον μεταβάλω τὸ θεώρημα, φῶς ἐστὶν ἡ ἀλήθεια· ὅταν δὲ τὸ ψεῦδος καὶ ἀπάτη πᾶσα, τουτέστι τὸ σκότος, διώκῃ τὸ φῶς, τότε λύεται καὶ ἀφανίζεται πλησίασαν τῷ διωκομένῳ. τῆς γὰρ ἀληθείας φανείσης τὸ ψεῦδος καὶ ἡ ἀπάτη λύεται. καὶ τὸ παράδοξον ἐρῶ, μακρὰν οὐσα ἡ σκοτία διώκει τὸ φῶς, ἐγγίσασα δὲ ἐπὶ τὸ καταλαβεῖν αὐτὸ ἀφανίζεται. καὶ γὰρ τὸ ψεῦδος, ὃσον ἀφέστηκεν τῆς ἀληθείας, κρατεῖ καὶ ἐνεργεῖ έν τῷ ἀνθρώπῳ, ὡς διώκειν τὴν ἀλήθειαν ἀπὸ τοῦ νοῦ· ὅταν δὲ ἐγγίσῃ αὐτῇ, δείκνυται μηδ᾿ ὃλως ὄν. ὅθεν ἀναγκαίως ἀφῆκεν ὁ θεὸς εἶναι κακίαν, δυνάμενος κωλῦσαι, ἳνα τὸ μέγεθος τῆς ἀρετῆς δειχθῇ. Zu Joh. 1, 6. Οὐ τοσοῦτον διὰ τὴν κοινὴν περὶ ἀνθρώπου ἀπόδοσιν ὅσον διὰ τὸ πεφυκέναι αὐτὸν κατ᾿ εἰκόνα καὶ πρὸς θεὸν ὁμοίωσιν. σημειωτέον δὲ ὡς οὐκ ἀεὶ τὸ »Ἐγένετο« τὴν εἰς ὕπαρξιν ἄγουσαν δηλοῖ, ἀλλ᾿ ἐνταῦθα τὸ »Ἐγένετο« ἀναφορὰν ἔχει πρὸς τὸ »Ἀπεσταλ- »μένος παρά θεοῦ«· ἴνα ᾐ τὸ λεγόμενον τοιοῦτο· »Ἐγένετο ἀπεσταλ- μένος παρὰ θεοῦ εἰς μαρτυρίαν«. εἰ δὲ ταῦτα περὶ Ἰωάννου λεγόμενα ὀρθῶς ἔχει, πόσῳ μᾶλλον τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γραφόμενα ἢ λεγόμενα ὡς λεγομένου ἢ γραφομένου καὶ γινομένου. Zu Joh. 1, 7. Ἳνα πάντες πιστεύσωσιν. Ὅσον ἐφ’ ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γάρ, εἰ μὴ πάντες τὸν παρὰ τοῦ 7 Vgl. Luk. 23, 40. — 26 Joh. 1, 6 f. III. Ι ℵ] 2 οὔσης S1 | 4 σκοτίαν in V durch Wasser verwischt | 6. 9 αὖ We] οὐ ℵ | 11 ἀπάτη] ἀπέστη R | πάση S1 | 15 τὸ 1] τῶ S1 | ψεῦδος] + εἰς S1 IV. + ℵ] 24 #003E; + Br | γένησιν V | 26 τοιοῦτον R | ἀποσταλμένος RV. V. II Ρ Cord, Ρ. 22. Gramer Ρ. 182 [V bietet das Fragment etwas verändert unter dem Namen des Cyrill]. ἡλίου δέχοιντο φωτισμόν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ᾿ ᾧ τε πάντας φωτίζεσθαι. ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.]