ἕκαστος δὲ τῶν σοφῶν καθ᾿ ὅσον χωρεῖ σοφίας, τοσοῦτον μετέχει Χριστοῦ, καθ’ ὅ σοφία ἐστίν· ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ᾿ ὅ δύναμίς ἐστι, κεκοινώνηκεν. 1 Vgl. Ι Joh. 2, 2. — 3 Röm. 3, 25. — 4 Vgl. Exod. 25, 17—19. — 10 13. — 11 Vgl. Act. 8, 10. 20. — 14 Vgl. I Kor. 1, 24. — 16 Vgl. I Kor. 1, 24. — 23 Prov. 8, 22. — 25 Ps. 103, 24. — 33 Vgl. I Kor. 1, 24. 2 ἱλασμὸς] μ a. Ras. Ι 4 εἰς τὰ] ς τ a. Ras. Ι 5 ἐτύγχανεν Μ* Ι χρυσοῦν] ν klein angehängt Ι 8 ἐπιρρεούσης] πιρρ α. Ras., ρ1 ägl. eingeflickt Ι 11 a3 a. Ras. Ι nach ἀναγορεύοντα + 10 με χωݲ bis 11 ἀναγορεύοντα, sind die Worte über- u. unterpunktiert, Μ Ι 17 ἐν ψιλαῖς] ἐν nachträgl. aus εὐ nach ψ Ras. Ι 19 ἀνάλογον. corr. We Ι 23 αὑτῆς] αὐτῆς Μ Ι 28 αὑτῶν] αὐτῶν Μ. Τὸ παραπλήσιον δὲ καὶ περὶ ὁγιασμοῦ καὶ ἀπολυτρώσεως νοητέον· αὐτὸ μὲν γὰρ ἁγιασμός, ὅθεν οἱ ἅγιοι ἁγιάζονται, ἡμῖν ὁ Ἰησοῦς γεγένηται καὶ ἀπολύτρωσις· ἕκαστος δὲ ἡμῶν ἐκείνῳ τῷ ἁγιασμῷ ἁγιάζεται καὶ κατ᾿ ἐκείνην τὴν ἀπολύτρωσιν ἀπολυτροῦται. ἐπίστησον δὲ εἰ μὴ μάτην τὸ »ἡμῖν« παρὰ τῷ ἀποστόλῳ προσκαλεῖται λέγοντι· »Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ »ἀγιασμὸς καὶ ἀπολύτρωσις«· καὶ εἰ μὴ έν ἄλλοις περὶ τοῦ χριστοῦ, καθ’ ὅ »σοφία« ἐστίν, ἀπολελυμένως ἐλέγετο καὶ καθ᾿ ὅ »δύναμις«, ὅτι »Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφίας, κἄν ὑπενοήσαμεν μὴ καθάπαξ αὐτὸν εἶναι »σοφίαν« μηδὲ »δύναμιν θεοῦ«, ἀλλὰ »ἡμῖν«· νῦν δὲ ἐπὶ μὲν τῆς »σοφίας« καὶ »δυνάμεως« πρὸς τῷ »ἡμῖν« καὶ τὸ ἀπόλυτον ἀναγέγραπται, ἐπὶ δὲ τοῦ »ἁγιασμοῦ« καὶ τῆς »ἀπολυτρώ- »σεως« ἡ αὐτὴ ἀπόφασις οὐκ εἴρηται. διόπερ ὅρα, ἔπεὶ »ὁ ἁγιάζων »καὶ οἱ ἁγιαόμενοι ἐξ ἑνὸς πάντες«, εἰ αὐτοῦ τοῦ ἡμετέρου ἁγιασμοῦ »ἁγιασμός« ἐστιν ὁ πατήρ, ὥσπερ Χριστοῦ ὄντος ἡμετέρας κεφαλῆς ὁ πατὴρ αὐτοῦ ἐστι κεφαλή. ἀπολύτρωσις δὲ ἡμῶν ὁ χριστὸς τῶν διὰ τὸ ᾐχμαλωτεῦσθαι ἀπολυτρώσεως δεδεημένων· αὐτοῦ δὲ τὴν ἀπολύτρωσιν οὐ ζητῶ τοῦ πεπειραμένου κατὰ πάντα καθ᾿ ὁμοιότητα »χωρὶς ἁμαρτίας« καὶ μηδέποτε ὑπὸ τῶν ἐχθρῶν εἰς αἰχμαλωσίαν κεκρατημένου.