πῶς ό ἂν παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον χωρὶς δυν;αμεως θεοῦ ἐξαφανιζούσης ἡμῶν τὴν ἀσθένειαν γενέσθαι οἷός τε ἦν, ἐπιρρεούσης ταῖς τῶν πιστευόντων ψυχαῖς, ὑπὸ Ἰησοῦ διακονουμένης, ἡς πρῶτός ἐστιν, αὐτοδύναμις θεοῦ, δι ὅν εἴποι τις ἄν· »Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοπῦ«; διότπερ Σίμωνα μὲν τὸν μάγον αὑτὸν ἀναγορεύοντα »δύναμιν θεοῦ »τὴν καλουμένην μεγάλην«, ἴσμεν ἄμα τῷ ἀργυρίῳ αὐτοῦ εἰς καὶ ἀπώλειαν κεχωρηκέναι· Χριστὸν δὲ ὁμολογοῦντες ἀληθῶς εἶναι »δύναμιν θεοῦ«, πάντα τὰ ὅπου ποτὲ δυναμούμενα μετέχειν αὐτοῦ. καθ’ ὅ »δύναμίς« ἐστι, πεπιστεύκαμεν. Μὴ παρασιωπηθήτω δ’ ἡμῖν μηδὲ »θεοῦ σοφία« εὐλόγως τυγχάνων καὶ διὰ τοῦτο τοῦτ᾿ εἶναι λεγόμενος. οὐ γὰρ ἐν ψιλαῖς φαντασίαις τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων τὴν ὑπόστασιν ἔχει ἡ σοφία αὐτοῦ κατὰ τὰ ἀνὰ λόγον τοῖς ἀνθρωπίνοις ἐννοήμασι φαντάσματα. εἰ δέ τις οἷός τέ ἐστιν ἀσώματον ὑπόστασιν ποικίλων θεωρημάτων περιεχόντων τοὺς τῶν ὅλων λόγους ζῶσαν καὶ οἱονεὶ ἔμψυχον ἐπινοεῖν, εἴσεται τὴν ὑπὲρ πᾶσαν κτίσιν σοφίαν τοῦ θεοῦ καλῶς περὶ αὑτῆς λέγουσαν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ.« δι’ ἣν κτίσιν δεδύνηται καὶ πᾶσα κτίσις οὐκ ἀνένδοχος οὖσα θείας σοφίας, καθ’ ἣν γεγένηται· Πάντα γὰρ κατὰ τὸν προφήτην Δαβίδ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός. ἀλλὰ πολλὰ μὲν μετοχῇ σοφίας γεγένηται, οὐκ ἀντιλαμβανόμενα αὐτῆς, ᾐ ἔκτισται, σφόδρα δὲ ὁλίγα οὐ μόνον τὴν περὶ αὑτῶν καταλαμβάνει σοφίαν ἀλλὰ καὶ περὶ πολλῶν ἑτέρων, Χριστοῦ τῆς πάσης τυγχάνοντος δοφίας.