τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς καὶ᾿ εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ χριστοῦ, ὅτε »ἑαυτόν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«, ἢ εἰ »ἁγπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«, καὶ μὴ βου- ληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέσθαι δοῦλος. διὰ τοῦτο διδάξαιἡμᾶς βουλόμενος μέγα δῶρον δἰληφέναι ἀπὸ τοῦ πατρὸς τὸ οὕτως δεδουλευκέναι φησί· »Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. καὶ »εἶπέ μοι >Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά μου<.« μὴ γενόμενος γὰρ δοῦλος οὐκ ἂν ἔστησε »τὰς φυλὰς τοῦ Ἰακὼβ« οὐδὲ »τὴν »διασπορὰν τοῦ Ἰσραὴλ« ἐπέστρεψεν, ἀλλ᾿ οὐδὲ γεγόνει ἂν εἰς »φῶς »ἐθνῶν«, τοῦ »εἶτὸν εἰς σωτηρίαν ἕως ἐσχότου τῆς γῆς.« καὶ μέτριόν γε τὸ δοῦλον αὐτὸν γενέσθαι, εἰ καὶ μέγα ὑπὸ τοῦ πατρὸς εἶναι τοῦτο λέγεται, συγκρίσει ἀρνίου ἀκάκου καὶ ἀμνοῦ. ὡς γὰρ ἀρνίον ἄκακον γεγένηται ἀγόμενον τοῦ θύεσθαι ὁ ἀμνὸς τοῦ θεοῦ, ἵνα ἄρῃ »τὴν ἁμαρτίαν τοῦ κόσμου«, ὁ πᾶσι τοῦ λόγου χορηγός, ὁμοιωθεὶς ἀμνὼ »ἐνώπιον τοῦ κείροντος« ἀφώνῳ, ὅπως τῷ θανάτῳ αὐτοῦ ἡμεῖς πάντες καθαρθῶμεν, ἀναδιδομένῳ τρόπον φαρμάκου ἐπὶ τὰς ἀντικειμένας ἐνεργείας καὶ τὴν τῶν βουλομένων ἀναδέξασθαι τὴν ἀληθειαν ἁμαρτίαν· ἀτονῆσαι γὰρ ὁ θάνατος τοῦ χριστοῦ τὰς πολεμούσας τῷ τῶν ἀνθρώπων γένει πεποίηκε δυνάμεις, καὶ † ἐξελεύσεσθαι τὴν ἐν ἑκάστῳ τῶν πιστευόντων ζωὴν τῇ ἁμαρτίᾳ ἀφάτῳ δυνάμει. ἐπεὶ δὲ ἕως πᾶς ἐχθρὸς αὐτοῦ καταργηθῇ καὶ τελευταῖός γε ὁ θάνα- 2 Vgl. Jes. 49, 2 f. — 4 Hohel. 2, 5. — 6 Jes. 49, 2.— 8 Vgl. Luk. 22, 27. — Phil. 2, 7. — 11 Jes. 49, 3. 6. — 14 Phil. 2, 8. — 15 Phil. 2, 6. — 18 Jes. 49, 5 f. — 25 Vgl. Jes. 53, 7. — Vgl. Joh. 1, 29. — 27 Vgl. Jes. 53, 7. — 33 Vgl. I Kor. 15, 26. 2 καὶ ὁ βλέπων We | 4 τοῦ] τοῦτο, corr. We | 5 ἐγὼ—βέλος a. Ras. | 21 γεγόνει] γεγον a. Ras, | 22 μέτριον] ν a. Ras. | 24 συγκρίνει | 31 ἐξελεύσεσθαι] ἐπεξελευσεσθαι V, ἐξελευσε, darüberABBREV», a, R. ABBREV ζήτ〈ει〉 Μ; so giebt der Satz keinen Sinn; viell. ἐξέλκεσθαι τὴν . . . ζωὴν τῆς ἁμαρτίας ,,er bewirkte, dass das . . . Leben der Sünde entrissen werde". τος, αἵρει τὴν ἁμαρτίαν, ἵνα ὁ πᾶς γένηται χωρὶς ἁμαρτίας κόσμος, διὰ τοῦτο ὁ Ἰωάννης δεικνὺς αὐτόν φησιν· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ »ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· οὐχὶ ὁ μέλλων μὲν αἴρειν οὐχὶ δὲ καὶ αἴρων ἤδη, καὶ οὐχὶ ὁ ἄρας μὲν οὐχὶ δὲ καὶ αἴρων ἔτι· τὸ γὰρ αἴρειν ἐνεργεῖ ἐπὶ ἑνὸς ἑκάστου τῶν ἐν τῷ κόσμῳ, ἕως ἀπὸ παντὸς τοῦ κόσμου ἀφαιρεθῇ ἡ ἁμαρτία καὶ παραδῷ ἕτοιμον βασιλείαν τῷ πατρὶ ὁ σωτήρ, τῷ μὴ εἷναι μηδὲ τὴν τυχοῦσαν ἁμαρτίαν χωροῦσαν τὸ ὑπὸ πατρὸς βασιλεύεσθαι καὶ πάλιν ἐπιδεχομένην τὰ πάντα τοῦ θεοῦ ἐν ὅλῃ ἑαυτῇ καὶ πάσῃ, ὅτε πληροῦται τὸ »Ἴνα »γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.«