ἀποδόσει τοῦ »πρῶτος καὶ ἔσχατος« τηρήσαντες μέντοι τὰ εἰρημένα περὶ »πρώτον καὶ ἐσχάτου« καὶ περὶ »ἀρχς καὶ τέλους«, ὅπου μὲν εἰς εἴδη λογικῶν ἀνηνέγκαμεν, ὅπου δὲ εἰς διαφόρους ἐπινοὶας νοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὸν λόγον, καὶ ἔχομεν τὴν διαφορὰν »πρώτου« καὶ »ἀρχῆς«, καὶ »ἐσχάτου« καὶ »τέλους«, ἔτι δὲ καὶ τοῦ »Α« καὶ τοῦ »Ω«. οὐκ ἄδηλον οὐόὲ τὸ »ζῶν« καὶ »νεκρός«, καὶ μετὰ τὸ νεκρὸς ζῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἐπεὶ γὰρ οὐκ ὠφελήμεθα ἀπὸ τῆς προηγουμένης ζωῆς αὐτοῦ γενόμενοι ἐν ἁμαρτίᾳ, κατέβη ἐπὶ τὴν νεκρότητα ἡμῶν, ἵνα ἀποθανόντος αὐτοῦ τῇ ἀμαρτίᾳ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, τὴν μετὰ τὴν ωεκρότητα ζωὴν αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἐν τάξει χωρῆσαι οἱ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες καὶ τὴν ζωὴν τοῦ Ἰησοῦ ἕξουσιν ἐν τοῖς σώμασιν αὐτῶν φανερουμένην. ΧΧΧΙΙ. Καὶ ταῦτα μὲν ἀπὸ τῶν τῆς καινῆς διαθήκης βιβλίων ἐλέγετο ὑπ᾿ αὐτοῦ περὶ ἐαυτοῦ. ἐν δὲ τῷ Ἡσαΐᾳ ἔφασκεν ὑπὸ τοῦ πατρὸς τεθεῖσθαι αὐτ·οῦ »τὸ στόμα ὡς μάχαιραν ὀξεῖαν« καὶ κεκρύφθαι ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ«, βέλει ἐκλεκτῷ ὡμοιωμένος »καὶ ἐν τῇ φαρέτρᾳ« τοῦ πατρὸς κεκρυμμένος, »δοῦλος« τοῦ θεοῦ τῶν ὅλων ὑπ᾿ αὐτοῦ καλούμενος καὶ »Ἰσραὴλ« καὶ »φῶς ἐθνῶν« μάχαιρα μὲν οὖν ὀξεῖά ἐστι τὸ στόμα τοῦ υἱοῦ τοῦ θεοῦ, ἐπεὶ »ζῶν τυγχάνει ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ »πᾶσαν μάχαιραν δίστομον καὶ διἱκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ »πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ »ἐννοιῶν καρδίας«· ἄλλως τε καὶ ἐλθὼν οὐκ εἰρήνην ἐπὶ τὴν γῆν. τοῦτ᾿ ἔστιν ἐπὶ τὰ σωματικὰ καὶ αἰσθητά, βαλεῖν ἀλλὰ μάχαιραν, καὶ διακόπτων τήν, ἕν οὕτως ἐπιβλαβῆ ἐπιβλαβῆ φιλίαν ψυχῆς καὶ σώματος, ἕν ἡ ψυχὴ ἐπιδιδοῦσα αὑτὴν τῷ στρατευομένῳ κατὰ τῆς σαρκὸς 2 Vgl. Ι Kor. 15, 28. — 5 I Kor. 15, —11 Vgl. Apok. 22, 13. — 15 Vgl. öm. 6, 10. — II Kor. 4, 10. — 23 Jes. 49, 2f. — 26 Vgl. Jes. 49, 6. — 28 Hebr. 4, 12. — 31 Vgl. Matth. 10, 34. — 34 Vgl. Gal. 5, 17. 2 τὸ] τοῦ το We Ι 9 εἴδη] nach εἴ 1 Buchst, ausr. Ι 14 κατέβη] nach 1 Buchst, ausr. Ι 17 ἐν + We; vgl. u. II, 17. Ι 24 ὁμοιωμένος] νο a. πνεύματι φιλιωθῇ τῷ θεῷ, μάχαιραν ἢ ὡς μάχαιραν ὀζεῖαν κατὰ τὸν προφητικὸν λόγον ἔσχε τὸ στόμα· ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγἀπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ »Ὅτι τετρωμένη ἀγάπης »ἐγώ« τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ὄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα· »Εθηκέ με ὡς βέλος ἐκλεκτόν.« ἔτι δὲ πᾶς ὁ συνιεὶς πῶς τοῖς μαθητευομένοιο ὁ Ἰησοῦς γεγένηται οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ᾿ ὡς ὁ διακονῶν, μορφὴν δούλου ὁ τοῦ θεοῦ ὑπὲρ ἐλευθερίας τῶν δουλευσάντων τῇ ἁμαρτίᾳ λαβών. οὐκ ἀγνοήσει τίνα τρόπον ὁ πατήρ φησι πρὸς αὐτὸν τὸ »Δοῦλός μου »εἶ σύ« καὶ μετ᾿ ὀλίγα· »Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παίδά »μου.«