Εἰ δέ ἐστι γράμματα θεοῦ, ὥσπερ ἔστιν, ἅπερ ἀναγινώσκοντες οἱ ἅγιοί φασιν ἀνεγνωκέναι τὰ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, τὰ στοιχεῖα ἐκεῖνα, ἴνα δι᾿ αὐτῶν τὰ οὐράνια ἀναγνωσθῇ, αἱ ἔννοιαι τυγχάνουσιν κατακερματιζόμεναι εἰς ἄλφα καὶ τὰ ἑξῆς μέχρι τοῦ Ω, τοῦ υἰοῦ τοῦ θεοῦ. πάλιν δὲ ἀρχὴ καὶ τέλος ό αὐτός, ἀλλ’ οὐ κατὰ τὰς ἐπινοίας ὁ αὐτός. ἀρχὴ γάρ, ὡς ἐν ταῖς παροιμίαις μεμαθήκαμεν, καθ᾿ ὅ σοφία τυγχάνει, ἐστί· γέγραπται γοῦν· »Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ »εἰς ἔργα αὐτοῦ«· καθ’ ὅ δὲ λόγος ἐστίν, οὐκ ἔστιν ἀρχή· »Ἐν ἀρχῇ »γὰρ ἦν ὁ λόγος.« οὐκοῦν αἱ ἐπίνοιαι αὐτοῦ ἔχουσιν ἀρχὴν καὶ δεύτερόν τι παρὰ τὴν ἀρχὴν καὶ τρίτον καὶ οὕτως μέχρι τέλους· ὡσεὶ ἔλεγεν ἀρχή εἰμι καθ’ ὅ σοφία , δεύτερον δέ, εἰ οὕτω τύχοι, καθ᾿ ὃ ἀόρατός , καὶ τρίτον καθ᾿ ὅ , ἐπεὶ »ὃ γέγονεν ἐν αὐτῷ »ζωὴ ἦν«. ἦν«. καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος· οὐκ οἶμαι γὰρ ὅτι πάντα. σαφέστερον δ’ ἡ ἀρχὴ καὶ > τέλος δοκεῖ κατὰ τὴν συνήθειαν ὡς ἐπὶ ἡνωμένου λέγεσθαι, οἷον ἀρχὴ οἱκίας ὁ θεμέλιος καὶ τέλος ἡ στεφάνη. καὶ ἐφαρμοστέον γε διὰ τὸ »ἀκρογωνιαῖον« εἰναι 4 Exod. 3, 2. 6. — 6 Jes. 9, 6. — 7 Vgl. Apok. 22, 13. — 8 Vgl. Kol. 3, 11. — 12 Ps. 87, 5f. — 15 Ps. 15, 10; Act. 2, 27. — 16 Vgl. Apok. 22, 13. — 18 Vgl. Prec. Joseph, ap. Euseb., Praep. Ev. 292b. Test. Lev. 5. Aser 7. — 20 Vgl. Apok. 1, 8. — 23 Vgl. S. 22, 5. — 23 Prov. 8, 22. — 24 Joh. 1,1. — 28 Joh. 1,4. — 33 Vgl. Ephes. 2, 20; Jes. 28, 16. 1 διστάζει] διστάζει Edd. Ι 2 viell. z. 1. ὅτε τις τῶν ἀγγέλων ἐν ἐξουσίᾳ φαίνεται Ι 13 viell. εἶχεν We Ι 19 αἱ str. We Ι 21 viell. πλὴν? | 30 ὅτι] εἰ, corr. We | 31 > + We, wie ἡ ἀρχή. »λίθον« τὸν χριστὸν τῷ ἡνωμένῳ παντὶ σώματι τῶν σωζομένων τὸ παράδειγμα τὸ »Πάντα« γὰρ καὶ »ἐν πᾶσι« Χριστὸς ὁ μονογενής, ὡς μὲν ἀρχὴ ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὡς δὲ τέλος ἐν τῷ τελευταίῳ τῶν ἁγίων δηλονότι τυγχάνων καὶ ἐν τοῖς μεταξύ, ἢ ὡς μὲν ἀρχὴ ἐν Ἀδάμ, ὡς δὲ τέλος ἐν τῇ ἐπιδημίᾳ, κατὰ τὸ εἰρημένον· »Ὀ ἔσχατος δ »Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν«. πλὴν τοῦτο τὸ ῥητὸν ἐφαρμόσει τῇ