καὶ τὸ μὲν ἀκριβὲς εἰπεῖν τί πρῶτον καὶ ποῖον τὸ δεύτερον καὶ ἐπὶ τίνος ἀληθὲς τὸ τρίτον καὶ οὕτως μέχρι τοῦ τελευταίου φθάσαι οὐ πάνυ τι ἀνθρώπινον, ἀλλὰ ὑπὲρ τὴν ἡμετέραν ἐστὶ φύσιν. στῆναι δὲ καὶ περιλαλῆσαι τὰ εἰς τὸν τόπον ὡς οἷοί τέ ἐσμεν πειρασόμεθα. Εἰσί τινες θεοὶ ὧν ὁ θεὸς θεός ἐστιν, ὡς αἱ προφητεῖαί φασιν· »Ἐξομολογεῖσθε τώ θεῷ τῶν θεῶν« καὶ »Θεὸς θεῶν ἐλάλησε κύριος, καὶ ἐκάλεσε τὴν γῆν«· θεὸς δὲ κατὰ τὸ εὐαγγέλιον »οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων ζῶντες ἄρα εἰσὶ καὶ οἱ θεοί, ὧν ὁ θεὸς θεός ἐστι. καὶ ὁ ἀπόστολος δὲ γράφων ἐν τῇ πρὸς Κορινθίους· »Ὥσπερ εἰσὶ »θεοὶ πολλοὶ καὶ κύριοι πολλοί« κατὰ τὰ προφητικὰ τὸ τῶν θεῶν ἐξείληφεν ὄνομά ὡς τυγχανόντων. εἰσὶ δὲ παρὰ τοὺς θεούς, ὧν ὁ θεὸς θεός έστιν, ἕτεροί τινες οἳ καλοῦνται »θρόνοι« καὶ ἄλλοι λεγόμενοι »ἀρχαί, κυριότητές τε καὶ ἐξουσία παρὰ τούτους ἄλλοι. διὰ δὲ τὸ » Ὑπὲρ πᾶν ὄνομα ὀνομαζόμενον οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι« καὶ ἄλλα παρὰ ταῦτα οὐ πάνυ συνήθως ἡμῖν ὀνομαζόμενα δεῖ πιστεύειν εἶναι λογικά, ὧν ἓν τι γένος ἐκάλει Σαβαὶ > Ἑβραῖος, παρ’ ὃ ἐσχηματίσθαι τὸν Σαβαώθ, ἄρχοντα ἐκείνων τυγχάνοντα, οὐχ ἕτερον τοῦ θεοῦ. καὶ ἐπὶ πᾶσι θνητὸν λογικὸν ὁ ἄνθρωπος.