εἰ γὰρ ἡ καρδία τὸ διανοητικόν ἐστι, τὸ δὲ εὐφραῖνον αὐτὸ ὁ ποτιμώτατός ἐστι λόγος, ἐξιστῶν ἀπὸ τῶν ἀνθρωπικῶν καὶ ἐνθουσιᾶν ποιῶν καὶ μεθύειν μέθην οὐκ ἀλόγιστον ἀλλὰ θείαν, ἣν οἴμαι καὶ Ἰωσὴφ τοὺς ἀδελφοὺς μεθύειν ποιεῖ, εὐλόγως ὁ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου οἶνον φέρων »ἄμπελός« έστιν «ἀληθινή«· διὰ τοῦτο »ἀληθινή«, ἐπεὶ βότρυς ἔχει τὴν ἀλήθειαν καὶ κλήματα τοὺς μαθητάς, μιμητὰς αὐτοῦ καὶ αὐτοὺς καρποφοροῦντας τὴν ἀλήθειαν. Ἐργον δὲ διαφορὰν παραστῆσαι ἄρτου καὶ ἀμπέλου ἐπεὶ οὐ μόνον »ἄμπελος« ἀλλὰ καὶ »ἄτος ζωῆς« εἶναί φησιν. ὄρα δὲ μήποτε, ὥσπερ ὁ ἄρτος τρέφει καὶ ἰσχυροποιεῖ καὶ στηρίζειν λέγεται καρδίαν ἀνθρώπου, ὁ δὲ οἶνος ἥδει καὶ εὐφραίνει καὶ διαχεῖ, οὕτως τὰ μὲν ἠθικὰ μαθήματα, ζωὴν περιποιοῦντα τῷ μανθάνοντι καὶ πράττοντι, ἄρτος ἐστὶ τῆς ζωῆς οὐκ ἂν ταῦτα γεννήματα λέγοιτο τῆς ἀμπέλου), τὰ δὲ εὐφραίνοντα καὶ ἐνθουσιᾶν ποιοῦντα ἀπόρρητα καὶ μυστικὰ θεωρήματα, τοῖς κατατρυφῶσι τοῦ κυρίου ἐγγινόμενα καὶ οὐ μόνον τρέ- φεσθαι ἀλλὰ καὶ τρυφᾶν ποθοῦσιν, ἔστιν ἀπὸ τῆς »ἁληθινῆς ἀμπέλου« ἐρχόμενα, »οἶνος« καλούμενα. 1 Vgl. Luk. 22, 28. — 4 Mal. 1, 6. — 7 Ps. 2, 7 (Hebr. 1, 5). Luk. 3, 22 (nach D, Justin, Clemens, Methodius etc.) Usener, Relig. Unters. I, 40 ff. — 13 Vgl. in Genes, hom. XVII. — Vgl. Joh. 15, 1. — 15 Ps. 103, 15. — 18 Vgl. Gen. 43, 34. — 20 Vgl. Joh. 15, 5. — 24 Vgl. Joh. 6, 48. 1 λέγω aus ἐγὼ corr. Ι 2 οἱ| ἱ a. Ras. Μ Ι 10 ἵν’] später v. I. H. zugesetzt Ι γεγέννηται] ενν a. Ras. Ι 12 ὡς οὐδὲ] ω halb, σ ου a. Ras. Ι τῆς] η a. Ras. Ι 28 οὐκ ἂν — ἀμπέλου sind vielleicht Glossem eines Lesers Ι γενήματα, corr. Hu. Πρὸς τούτοις δὲ * * τῷ πῶς »πρῶτος ἔσχατος« ἐν τῇ Ἀποκαλύφει ἀναγέγραπται, ἕτερος κατὰ τὸ πρῶτος εἶναι τυγ- χάνων τοῦ ἄλφα καὶ τῆς ἀρχῆς, καὶ κατὰ τὸ ἔσχατός οὐχ ὁ αὐτὸς τῷ Ω καὶ τώ τέλει. Ι ἡγοῦμαι τοίνυν τῶν λογικῶν ζῲων ἐν πολλοῖς εἴδεσι χαρακτηριζομένων, εἶναί πρῶτον αὐτῶν καὶ δεύτερον καὶ τρίτον καὶ τὰ καθεξῆς ἕως ἐσχάτου.