Πάνυ δὲ καὶ τοῖς τυχοῦσιν σοφές, πῶς ἐστι διδάσκαλος καὶ σαφηνιστὴς τῶν εἰς εὐσέβειαν συντεινόντων Ι ὁ κύριος ἡμῶν καὶ κύριος δούλων τῶν ἐχόντων »πνεῦμα δουλείας εἰς φόβον‘. προ- κοπτόντων δὲ καὶ ἐπὶ τὴν σοφίαν σπευδόντων καὶ ταύτης ἀξιουμένων — ἐπεὶ »ὁ δοῦλος οὐκ οἶδε τί θέλει ὁ κύριος αὐτοῦ‘ — οὐ μένει κύριος, γινόμενος αὐτῶν »φίλος«. καὶ αὐτὸς τοῦτο διδάσκει ὅπου μὲν ὅτε ἔτι δοῦλοι ὑπῆρχον οἱ ἀκροώμενοι φάσκων· »φωνεῖτέ με Ὁ διδἄσκαλος< καὶ Ὁ κύριος<, καὶ καλῶς »γάρ«· ὅπου δέ· »Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, 4 Vgl. Κοί. 1, 15. — 10 Vgl. Ephes. 2, 14. — 15 Vgl. S. 26, 22ff. — 20 Vgl. Kol. 1, 16; Rom. 1,20; II Kor. 4, 18. — 29 Rom. 8, 15. — 31 Job. 15, 15. — 33 Jok 13, 13. — 35 Vgl. Joh. 15, 15. 6 καί) + V Ι 7 προάγομαι We Ι 11 ἀπαρχὴν ändlich, verderbt aus? I nacb ἀμφοτέρων + ἓν Del, ἓν ἑαυτὸν Hu Ι 16 βασιλευόμενοι Edd., λευόμενον MV Ι τὸ + Hu Ι 30 δὲ + Br Ι 33 ὅτε + We. «τί τὸ θέλημα τοῦ κυρίου αὐτοῦ· ἀλλὰ λέγω ὑμᾶς φίλους«, ὅτι διαμεμενήκατε »μετ’ ἐμοῦ ἐν πᾶσι τοῖς πειρασμοῖς μου«, οἱ οὖν κατὰ φόβον βιοῦντες, ὃν ἀπαιτεῖ ἀπὸ τῶν οὐ καλῶν δούλων ὁ θεὸς ὡς ἀνέγνωμεν ἐν τῷ Μαλαχίᾳ· »Εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος »μου;«), δοῦλοι τυγχάνουσι κυρίου τοῦ σωτῆρος αὐτῶν καλουμένου. ἀλλὰ διὰ τούτων πάντων οὐ σαφῶς ἡ εὐγένεια παρίσταται τοῦ υἱοῦ, ὅτε δὲ τὸ »Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε« λέγεται πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ, ᾡ ἀεί ἐστι τὸ »σήμερον«, — οὐκ ἔνι γὰρ ἐσπέρα Μοῦ, ἐγὼ δὲ ἡγοῦμαι, ὅτι οὐδὲ πρωία, ἀλλὰ ὁ συμπαρεκτείνων τῇ ἀγενήτῳ καὶ ἀϊδίῳ αὐτοῦ ζωῇ, ἵν οὕτως εἴπω, χρόνος ἡμέρα ἐστὶν αὐτῷ σήμερον, ἐν ᾑ γεγέννηται ο υἱός — , ἀρχῆς γενέσεως αὐτοῦ οὕτως οὐχ εὑρισκομένης ὡς οὐδὲ τῆς ἡμἐρας. Προσθετέον τοῖς εἰρημένοις πῶς ἐστιν ὁ υἱὸς »ἀλη- »θινὴ ἄμπελος«. τοῦτο δὲ δῆλον ἔσται τοῖς συνιεῖσιν ἀξίως χάριτος προφητικῆς τὸ »Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου«.