ἐκτυπούμενον, »υἱὸν τοῦ βασιλέως( καὶ προσάγομαι εἰς τὸ τοῦθ’ οὕτως ἔχειν παραδέξασθαι ἀπὸ τοῦ εἰς ἕνα λόγον συνῆχθαι ἀμφότερα καὶ τὰ ἐπιφερόμενα οὐκέτι ὡς περὶ δύο τινῶν ἀπαγγέλλεσθαι ἀλλ’ ὡς περὶ ἑνός. πεποίηκε γὰρ ὁ σωτὴρ »τὰ ἀμφότερα ἕν«, κατὰ τὴν ἀπαρχὴν τῶν γινομένων ἀμφοτέρων ἐν ἑαυτῷ πρὸ πάντων ποιήσας· »ἀμφοτέρων« δὲ λέγω καὶ ἐπὶ τῶν ἀνθρώπων, ἐφ’ ὡν ἀνακέκραται τῷ ἁγίῳ πνεύματι ἡ ἑκάστου ψυχὴ καὶ γέγονεν ἕκαστος τῶν σωξομένων πνευματικός. ὥσπερ οὖν εἰσί τινες ποιμαινόμενοι ὑπὸ Χριστοῦ διὰ τὸ σφῶν αὐτῶν, ὡς προειρήκαμεν, πρᾷον μὲν καὶ εὐσταθὲς ἀλογώτερον δέ, οὕτω καὶ βασιλευόμενοι κατὰ τὸ λογικώτερον τῇ θεοσεβείᾳ. καὶ βασιλευομένων διαφοραί, ἤτοι μυστικώτερον καὶ ἀπορρητότερον καὶ θεοπρεπέστερον βασιλευομένων ἢ ὑποδεέστερον. καὶ εἴποιμ’ ἂν τοὺς μὲν τεθεωρηκότας τὰ ἔξω σωμάτων, καλούμενα παρὰ τῷ Παύλῳ »ἀόρατα« καὶ »μὴ βλεπόμενα((, ἔζω παντὸς αἰσητοῦ λόγῳ γεγενημένους, βασιλευομένους μένους ὑπὸ τῆς προηγουμένης φύσεως τοῦ μονογενοῦς· τοὺς δὲ μέχρι τοῦ περὶ τῶν αἰσθητῶν λόγου ἐφθακότας καὶ διὰ τούτων δοξάζοντας τὸν πεποιηκότα καὶ αὐτοὺς ὑπὸ λόγου βασιλευομένους μένους ὑπὸ τοῦ χριστοῦ βασιλεύεσθαι. μηδεὶς δὲ προσ- κοπτέτω διακρινόντων ἡμῶν τὰς ἐν τῷ σωτῆρι ἐπινοίας, οἰόμενος καὶ τῇ οὐσίᾳ ταὐτὸν ἡμᾶς ποιεῖν.