Πρὸς τούτοις ἐπισκοπητέον ἐξ ἀρχῆς τὴν χριστὸς προσηγορίαν καὶ προσληπτέον τὴν βασιλεύς, ἵνα τῇ παραθέσει ἠ διαφορὰ νοηθῇ. λέγεται δὴ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ὁ ἠγαπηκὼς δικαιοσύνην καὶ ἀνομίαν μεμισηκὼς παρὰ τοὺς μετόχους αἰτίαν τοῦ κεχρίσθαι τὸ οὕτω δικαιοσύνῃ προσεληλυθέναι ἐσχηκέναι καὶ τὴν ἀνομίαν μεμισηκέναι, Ι ὡς οὐχ ἅμα τῷ εἶναι τὴν χρίσιν συνυπάρχουσαν καὶ συγκτισθεῖσαν λαβών, ἥτις χρίσις βασιλείας ἐπὶ γεννητοῖς ἐστι σύμβολον, ἔσθ’ ὅτε δὲ καὶ ἱερωσύνης ἆρ’ οὖν ἐπιγενητή ἐστιν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ βασιλεία καὶ οὐ συμφυὴς αὐτῷ; καὶ πῶς οἷόν τε τὸν πρωτότοκον πάσης κτίσεως, οὐκ ὄντα βασιλέα, ὕστερον βασιλέα γεγονέναι διὰ τὸ ἠγαπηκέναι δικαιοσύνην, καὶ ταῦτα τυγχάνοντα δικαιοσύνην; μήποτε δὲ λανθάνει ἡμὰς ὁ μὲν ἄνθρωπος αὐτοῦ χριστὸς ὤν, κατὰ τὴν ψυχὴν διὰ τὸ ἀνθρώπινον καὶ τεταραγμένην καὶ περίλυπον γεγενημένην μάλιστα νοούμενος, ὁ δὲ βασιλεὺς κατὰ τὸ θεῖον. παραμυθοῦμαι δὲ τοῦτο ἐξ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ λέγοντος· »Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου έν δικαιοσύνῃ καὶ »τοὺς πτωχούς σου ἐν κρίσει·« σαφῶς γὰρ εἰς Σαλομῶντα ἐπιγεγραμ- 1 Vgl. Κοί. 1, 15. — 3 Vgl. Joh. 1, 9. — 7 Vgl. Job. 10, 7. — 10 Vgl. Job. 10 11. — 11 Ps. 35, 7. — Jerem. 38,27. — 16 Ps. 44, 8. — 23 Vgl. Kol. 1, 15. — 24 Vgl. Ps. 44, 8. — 26 Vgl. Joh. 12, 27; Matth. 26, 38. — 29 Ps. 71, 1 f. 2 ζῆν] ζωὴν MV, corr. Hu Ι 7 nach πατρικὴν Ras. Μ Ι 9 τῶν] τὴν, corr. Del Ι 15 προσλημπτέον Μ* Ι 16 τῷ über d. Linie Ι 18 δικαιοσύνην, corr. We Wi; Wi bemerkt: „ἐσχηκέναι steht an falschem Platze. Die vielen Infinitive haben sich verwirrt. Es ört hinter κεχρίσαθι“. Eine Änderung ist nicht ötig Ι τὸ über d. Linie) | 19 συνυπάρχουσαν] οὖν ὑπάρχουσαν V, ebenso w. e. seh. Μ; corr. Del 21 ἐπιγεντή (!) aus ἐπιγεννη Μ* Ι 23 οἷόν τε V, οἴονται Μ Ι 27 γεγενημένον, corr. V Ι 31 σαλωμῶντα Μ* w. e. seh. μένος ὁ ψαλμὸς περὶ Χριστοῦ προφητεύεται. καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην. ἡγοῦμαί οὐν »βασιλέα« μὲν λέγεσθαι τὴν προηγουμένην τοῦ πρωτοτόκου πάσης κτίσεως φύσιν, ᾑ δίδοται διὰ τὸ ὑπερέχειν τὸ κρίνειν· τὸν δὲ ἄνθραπον, ὃν ἀνείληφεν, ὑπ’ ἐκείνης μορφούμενον κατὰ δικαιοσύνην x003E;