ἁλήθεια δὲ ὁ μονογενής ἐστι πάντα ἐμπεριειληφὼς τὸν περὶ τῶν ὅλων κατὰ τὸ βούλημα τοῦ πατρὸς μετὰ πάσης τρανότητος λόγον καὶ ἑκάστω κατὰ τὴν ἀξίαν αὐτοῦ, ᾗ ἀλήθειά ἐστι, μεταδιδούς. ἐὰν δέ τις ζητῇ, εἰ πᾶν ὅ τί ποτε ἐγνωσμένον ὑπὸ τοῦ πατρὸς κατὰ τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως αὐτοῦ ἐπίσταται ὁ σωτὴρ ἡμῶν, καὶ φαντασίᾳ τοῦ δοξάζειν τὸν πατέρα ἀποφαίνηταί τινα γινωσκόμενα ὑπὸ τοῦ πατρὸς ἀγνοεῖσθαι ὑπὸ τοῦ υἱοῦ, διαρκοῦντος ἐξισωθῆναι ταῖς καταλήψεσι τοῦ ἀγεννήτου θεοῦ, ἐπι- στατέον αὐτὸν ἐκ τοῦ ἀλήθειαν εἶναι τὸν σωτῆρα καὶ προσακτέον ὅτι, εἰ ὁλόκληρός ἐστιν ἡ ἀλήθεια, οὐδὲν ἀληθὲς ἀγνοεῖ, ἵνα μὴ σκάζῃ λείπουσα ἡ ἀλήθεια οἷς οὐ γινώσκει, κατ’ ἐκείνους τυγχάνουσιν ἐν μόνῳ τῷ πατρί, ἢ δεικνύτω τις ὅτι ἐστὶν ἃ γινωσκόμενα τῆς ἀληθείας προσηγορίας οὐ τυγχάνοντα ἀλλὰ ὑπὲρ αὐτὴν ὄντα. σαφὲς δὲ ὅτι κυρίως τῆς εἰλικρινοῦς καὶ ἀμιγοῦς πρός τι ἕτερον ζωῆς ἡ 3 Vgl. Rom. 6, 4. — II Kor. 4, 10. — 9 Vgl. Joh. 14, 6. — Vgl. Luk. 9, 3 Mark. 6, 8f. Matth. 10, 10. — 12 Vgl. Matth. 22, 11 f. — 15 Vgl. Prov. 24, 54. — 19 Vgl. Joh. 14, 6. — 23 Vgl. Rom. 11, 33. — 28 Vgl. Joh. 14, 6. 2 καὶ τὴν] ἐν τῇ Hu; κατὰ τὸν . . . . καινότητα Br (gegen Rom. 6, 4!) Anderung ötig; erg. νεκρότερα Ι 3 ἐν + Wi Ι (ovv) Pr] γὰρ + Br, x003C; MV Hu Ι 5 ἵνα ἡ] u. ἡ a. Ras. Μ Ι 6 πρακτικὴ] διδακτικὴ We Ι 11 ἀντὶ] eompend. geschrieben (ABBREV) Μ, ἐστὶ V Edd. Ι 14 τε] γε We, ἔιτ Wi | 25 γινωσκοσκόμενα (Br berichtet falsch) ἀγνοεῖσθαι] γνο a. Ras. | 30 ἃ] τιν ὰ Del, vielleicht mit Recht; vgl. ο. Ζ. 25 Ι πρός////, τι] τ a. Ras. Μ. ἀρχὴ ἐν τῷ πρωτοτόκῳ πάσης κτίσεως τυγχάνει· ἀφ’ ἡς οἱ μέτοχοι τοῦ χριστοῦ λαμβάνοντες τὴν ἀληθῶς ζῶσι ζωὴν τῶν παρ’ αὐτὸν νομιζομένων ζῆν ὥσπερ οὐκ ἐχόντων τὸ ἀληθινὸν φῶς, οὕτως οὐδὲ τὸ ἀληθινὸν ζῆν. καὶ ἐπεὶ ἐν τῷ πατρὶ οὐκ ἔστι γενέσθαι ἢ παρὰ τῷ πατρὶ μὴ φθάσαντα πρῶτον κάτωθεν ἀναβαίνοντα ἐπὶ τὴν τοῦ υἱοῦ θεότητα, δι’ ἡς τις χειραγωγηθῆναι δύναται καὶ ἐπὶ τὴν πατρικὴν μακαριότητα, θύρα ὁ σωτὴρ ἀναγέγραπται. φιλάνθρωπος δὲ ὢν καὶ τὴν ὅπως ποτὲ ἐπὶ τὸ βέλτιον ἀποδεχόμενος τῶν Ψυχῶν ῥοπὴν τῶν ἐπὶ τὸν λόγον μὴ σπευδόντων ἀλλὰ δίκην προβάτων οὐκ ἐξητασμένον ἀλλὰ ἄλογον τὸ ἥμερον καὶ πρᾷον ἐχόντων ποιμὴν γίνεται· »Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ κύριος·‘ καὶ ὁ Ἰσραὴλ δὲ καὶ ὁ Ἰούδας σπείρεται σπέρμα οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ κτηνῶν.