ΧΧVII Ὥσπερ δὲ παρὰ τὸ φωτίζειν καὶ καταλάμπειν τὰ ἡγεμονικὰ τῶν ἀνθρώπων ἢ ἁπαξαπλῶς τῶν λογικῶν, »φῶς« έστιν »ἀνθρώπων« καὶ «φῶς ἀληθινὸν« καὶ »φῶς τοῦ κόσμου«, οὕτως ἐκ τοῦ [διὰ τοῦ] ἐνεργεῖσθαι τὴν ἀπόθεσιν πόσης νεκρότητος καὶ τὴν κυρίως καλουμένην ζωήν, ἐκ νεκρῶν ἀνισταμένων τῶν αὐτὸν γνησίως κεχωρηκότων, καλεῖται »ἠ ἀνάσ·τασις( τοῦτο δὲ οὐ μόνον ἐπὶ τοῦ παρόντος ἐνεργεῖ τοῖς δυναμένοις λέγειν· »Συνετάφημεν τώ 1 Rom. 5, 3 ff. — 4 Rom. 8, 20. — 8 Vgl. II Kor. 5, 4. — 10 Vgl. Rom. 8, 20. — 16 Vgl. Joh. 8, 12; 9, 5. — Vgl. Job. 1, 9. 4. — 27 Vgl. Joh. 1, 4. — 28 Vgl. Joh. 1, 9; 8, 12; 9, 5. — 31 Vgl. Job. 11, 25. — 32 Rom. 6, 4. 6 καταχαρίσασθαι (ασ compendiarisch)] κατακεχαρίσθαι V Ι ὁμόσε] in Μ nur noch οσε (ohne Accent) zu erkennen; ἄλλοσέ las V, ὁμόσε Br Ι προβλήματι β wohl sicher) M, θελήματι V Ι 12 ἀπολήψεται Μ* Ι 22 μὲν] μόνον Wi Ι καὶ προσήκοι τώ Μ, ist sinnlos; καὶ προσηγορίας Lommatzsch, Br; ἢ προσήκειν τῷ Pr Ι 26 παρὰ über d. Linie (über τὸ) Ι 29 διὰ τοῦ] str. »χριστῷ διὰ τοῦ βαπτίσματος‘ καὶ συνανέστημεν αὐτῷ· ἀλλὰ πολλῷ μᾶλλον ὅτε ἄκρως πᾶσάν τις ἀποθέμενος νεκρότητα καὶ τὴν αὐτοῦ τοῦ υἱοῦ ἐν καινότητι ζωῆς περιπατεῖ· »τὴν οὐν » Ἰησοῦ ἐν τῷ σώματι πάντοτε ἐνταῦθα περιφέρομεν« ὅτε ἀξιολόγως ὠφελήμεθα) »ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ«. ἀλλὰ καὶ ἡ ἐν σοφίᾳ πορεία καὶ πρακτικὴ τῶν σωζομένων ἐν αὐτῷ γινομένη κατὰ τὰς περὶ ἀληθείας ἐν λόγῳ θείῳ διεξόδους καὶ κράζεις τὰς κατὰ τὴν ἀληθῆ δικαιοσύνην, παρίστησιν ἡμῖν νοεῖν πῶς αὐτός ἐστιν ἡ ὁδός, ἐφ’ ἣν ὁδὸν οὐδὲν αἴρειν δεῖ, οὔτε πήραν οὔτε ἱμάτιον, ἀλλ’ οὐδὲ ῥάβδον ἔχοντα ὁδεύειν χρή, οὐδὲ ὑποδήματα ὑποδεδέσθαι κατὰ τοὺς πόδας. αὐτάρκης γὰρ ἀντὶ παντὸς ἐφοδίου αὐτὴ ἡ ὀδός, καὶ ἀνενδεὴς τυγχάνει πᾶς ὁ ταύτης ἐπι βαίνων, κεκοσμημένος ἐνδύματι ᾧ πρέπει κεκοσμῆσθαι τὸν ἐπὶ τὴν κλῆσιν τοῦ γάμου ἀπιόντα, οὐδενός τε χαλεποῦ δυναμένου ἀπαντῆσαι κατὰ ταύτην τὴν ὁδόν. ἀμήχανον γὰρ ὁδοὺς ὄφεως ἐπὶ πέτρας εὑρεῖν, κατὰ τὸν Σαλομῶντα, φημὶ δ’ ἐγώ, ὅτι καὶ οὗ δήποτε θηρίου. διὸ οὐδὲ χρεία ῥάβδου ἐν ὁδῷ οὐδὲ ἴχνη τῶν ἐναντίων ἐχούσῃ καὶ ἀνεπιδέκτῳ διὰ τὸ στερρόν, δι’ ὅπερ καὶ πέτρα λέγεται, τῶν χειρόνων τυγχανούσῃ.