καὶ εἰ τὰ καυχήματα τῶν ἁγίων ἐστὶν 3 Ι Kor. 4, 9. — 5 Vgl. Rom. 8, 21. 19. — 9 Job. 8, 12. — 10 Mt 5, 14. — 11 Vgl. Iren. I, 5, 6. 6, If. 12, 4. Clemens AI., exe. ex Theod. 2. — 31 Vgl. S. 31, 33ff. Vgl. Joh. 17, 21 (s. u. XXVIII, 21 [16]). — 22 Job. 12, 26. — 24 Vgl. Rom. 8,21. — 26 Vgl. Rom. 8,21. — 27 Vgl. Kol. 1, 15. — 30 Vgl. Matth. 2, 2. — 33 Vgl. Rom. 5, 2. 3 ἐν τῇ V, ἐ u. Spuren von ν, τῇ öllig ört Μ, < Ausgg. Ι 7 τὸν υἱων, aber ω könnte auch ο gelesen werden; τὸν υἱὸν corr. Hu Ι 8 τῷ] τὸ corr. Br 9 nach συνεξετάζεσθαι + τὸ Br Ι 18 ταῖς + Wi Ι 28 πρὸς τὸν] ς το a. Ras. ἐν θλίψεσιν, εἰδότων »Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάςεται, ἡ δὲ »ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει«, οὔτε ὑπομονὴν οὔτε δοκιμὴν οὔτε ἐλπίδα ἕξει ἡ μὴ τεθλιμμένη κτίσις τὴν ἴσην ἀλλ’ ἑτέραν, ἐπεὶ »Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ »ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι«. ὁ δὲ μὴ τολμῶν τὰ τηλικαῦτα τῷ ἀνθρώπῳ καταχαρίσασθαι, ὁμόσε χωρήσας τῷ προβλήματι φήσει τῇ ματαιότητι τὴν κτίσιν ὑποτασσομένην Ι θλίβεσθαι, μᾶλλον στενάξασαν ἢ οἱ ὄντες έν τῷ σκήνει στενάζουσιν, ἅτε καὶ πλεῖστον ὅσον χρόνον καὶ πολλαπλασίονα τοῦ ἀνθρωπίνου ἀγῶνος τῇ ματαιότητι δουλεύουσαν. διὰ τί γὰρ »οὐχ ἑκοῦσα« τοῦτο ποιεῖ, ἢ ὅτι παρὰ φύσιν ἐστὶν αὐτῇ τῇ ματαιότητι ὑποτετάχθαι καὶ μὴ τὴν προηγουμένην ἔχειν τῆς ζωῆς κατάστασιν, ἣν ἀπολήψεται ἐλευθερου- μένη ἐν τῇ τοῦ κόσμου φθορᾷ καὶ τῆς τῶν σωμάτων ματαιότητος ἀπολυομένη; ἀλλ’ ἐπεὶ πλείονα καὶ οὐ κατὰ τὸ προκείμενον πρόβλημα δοκοῦμεν ἐπανελευσόμεθα ἐπανελευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς, ὑπομιμνήσκοντες διὰ τί »φῶς τοῦ κόσμου« ὁ σωτὴρ λέγεται καὶ φῶς ἀληθινὸν« καὶ »φῶς τῶν ἀνθρώπων«. ἀποδέδοται μὲν γὰρ ὅτι διὰ τὸ φῶς τοῦ κόσμου τὸ αἰσθητὸν λέγεται »φῶς ἀληθινόν«, καὶ ὅτι ὅτι ταὐτόν ἐστι τὸ φῶς τοῦ κόσμου τώ φωτὶ τῶν ἀνθρώπων ἢ ἐπιδέχεται ἐξέτασιν ὡς οὐ ταὐτόν. ἀναγκαίως δὲ διὰ τοὺς μηδὲν ἐξειληφότας ἐκ τοῦ λόγον εἶναι τὸν σωτῆρα ταῦτα ἠρεύνηται, ἵνα πειθώμεθα μὴ κατὰ ἀποκλήρωσιν ἵστασθαι μὲν ἐπὶ τῆς »λόγος« ἐννοίας, †καὶ προσ. ἥκοι τώ χωρὶς μεταλήψεως τῆς δυναμένης μεταλαμβάνεσθαι, ἀνάγειν δὲ καὶ ἀλληγορεῖν τὴν φῶς τοῦ κόσμου φωνὴν καὶ τὰ λοιπὰ τῶν πολλῶν ἃ παρεθέμεθα.