>Ἐπίστησον< δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον »Ἐγὼ φῶς εἰμι τοῦ κόσμου« συνεζευγμέναι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον· »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου((. εἰσὶ γὰρ οἱ ὑπολαμβάνοντες μείονας εἶναι τοὺς ἀνθρώπους τοὺς τῷ Ἰησοῦ γνησίως μεμαθητευμένους τῶν ἄλλων κτισμάτων, οἱ μὲν φύσει τοιούτους γεγενημένους, οἱ δὲ καὶ ἐν λόγῳ τῷ κατὰ τὸν χαλεπώτερον ἀγῶνα. πλείους γὰρ οἱ πόνοι καὶ ἐπισφαλὴς ἡ ζωὴ τῶν ἐν σαρκὶ καὶ αἵματι παρὰ τοὺς ἐν αἰθερίῳ σώματι, οὐκ ἂν τῶν ἐν οὐρανῷ φωστήρων ἐν τῷ ἀναλαβεῖν τὰ γἠϊνα σώματα ἀκινδύνως καὶ πάντως ἀναμαρτή- τως διανυσάντων τὴν ἐνταῦθα ζωήν· οἱ δὲ τῷ λόγω τούτω παριστά- μενοι ταῖς τὰ μέγιστα περὶ ἀνθρώπων ἀποφαινομέναις λέξεσι τῶν γραφῶν τὸ ἀνυπέρθετον τῆς ἐπαγγελίας ὅτι τὸν ἄνθρωπον φθάνει φασκούσαις, οὐ μὴν ταὐτὸν τοῦτο καὶ περὶ τῆς κτίσεως ἤ, ὡς ἐδεξάμεθα, κόσμου ἀπαγγελλούσαις. τὸ γὰρ »Ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ έν ἡμῖν ὲν ὦσι«· καὶ »Ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται« σαφῶς περὶ ἀνθρώπων ἀναγέγραπται· περὶ δὲ τῆς κτίσεως, ὅτι ἐλευθεροῦται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς »εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«· καὶ προσθήσουσιν ὅτι οὐχί, εἰ ἐλευθεροῦται, ἤδη καὶ κοινωνεῖ τῆς δόξης τῶν »τἐκνων τοῦ θεοῦ«. οὐκ ἀποσιωπήσουσι δὲ οὗτοι καὶ τὸ τὸν πρω- τότοκον πάσης κτίσεως διὰ τὴν πρὸς τὸν ἄνθρωπον ὑπὲρ πάντα τιμὴν ἄνθρωπον μὲν γεγονέναι, οὐ μὴν ζῷόν τι τῶν ἐν οὐρανῷ· ἀλλὰ καὶ δεύτερον καὶ διάκονον καὶ δοῦλον τῆς γνώσεως Ἰησοῦ τὸν έν τῇ ἀνατολῇ φανέντα ἀστέρα δεδημιουργῆσθαι, ἤτοι ὅμοιον ὄντα τοῖς λοιποῖς ἄστροις ἢ τάχα καὶ κρείττονα, ἅτε τοῦ πάντων διαφέροντος γενόμενον σημεῖον.