τοῖς δὲ μὴ χωροῦσι τὰς ἡλιακὰς Χριστοῦ ἀκτῖνας οἱ ἅγιοι διακονοῦντες παρ- έχουσι φωτισμὸν πολλῷ τοῦ προειρημένου ἐλάττονα, μόγις καὶ τοῦτον χωρεῖν δυναμένοις καὶ ὑπ’ αὐτοῦ πληρουμένοις. Ἔστι δὲ ὁ χριστός, φῶς τυγχάνων κόσμου, φῶς ἀληθινὸν πρὸς ἀντιδιαστολὴν αἐσθητοῦ, οὐδενὸς αἰσθητοῦ ὄντος ἀληθινοῦ. ἀλλ’ οὐχὶ ἐπεὶ οὐκ ἀληθινὸν τὸ αἰσθητόν, ψεῦδος τὸ αἰσθητόν· δύναται γὰρ ἀναλογίαν ἔχειν τὸ αἰσθητὸν πρὸς τὸ νοητόν, οὐ μὴν τὸ ψεῦδος ὑγιῶς παντὸς καταγορεῖσθαι τοῦ οὐκ ἀληθινοῦ. ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ »φῶς τοῦ κόσμους τῷ »φωτὶ τῶν ἀνθρώπων«, καὶ ἡγοῦμαι πλείονα δύναμιν παρίστασθαι τοῦ φωτὸς ὅτε »φῶς τοῦ »κόσμου« προσαγορεύεται ἤπερ »φῶς τῶν ἀνθρώπων ὁ γὰρ »κό- 5 Vgl. Apok. 16, 14. 6, 17. Joel 2, 11. Zeph. 1, 14. — 6 Joh. 9, 4f. — 9 Matth. 5 14. — Matth.5,16. — 11 Vgl. Joh.3,29. — 29 Vgl. Joh.8,12. — 1,9. — 36 Vgl. Joh. 14. 8 ἔτι] ἐπεὶ, corr. We Ι 13 φωτίσωσι aus φωτίζωσι? Ι 29 ὁ aus τ mit schwacher Ras. Ι 33 παντὸς V], παντως, Ras. über α. »σμος« κατὰ μίαν ἐκδοχὴν οὐ μόνον »ἀνθρωποι«. καὶ παραστήσει τὸ πλεῖον ἢ ἕτερον εἶναι τὸν κόσμον παρὰ τοὺς ἀνθρώπους ὁ Παῦ- λος έν τῇ 1 πρὸς Κορινθίους προτέρᾳ λέγων· »Θέατρον ἐγενήθημεν »τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις((. ἐπίστησον δὲ εἰ κατὰ μίαν ἐκδοχὴν κόσμος ἐστὶν ἡ ἐλευθερουμένη κτίσις »ἀπὸ τῆς δουλείας τῆς »φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«, ἡς »ἡ ἀποκαραδοκία« τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται«.