ἀλλὰ φῶς μὲν αἐσθητὸν τυγχάνον τες οἱ γεγονέναι παρὰ Μωσεῖ λεγόμενοι τῇ τετάρτῃ ἡμέρα, καθὸ φωτίζουσι τὰ ἐπὶ γῆς, οὐκ εἰσὶ φῶς ἀληθινόν ὁ δὲ σωτὴρ ἐλλάμπων τοῖς λογικοῖς καὶ ἡγεμονι- 4 Vgl. Joli. 10, 9.–5 Job. 15, 1. 5. — Vgl. Joli. 14, 6. — 17 Vgl. Job. 8 9, 5. — 19 Job. 1, 4. — 20 Job. 1, 9. — Jes. 49, 6. — 22 Job. 1, 4f. — 25 Job. 1, 9. — 26 Vgl. S. 27, 7 ff. — 27 Jes. 49, 6. — 32 Vgl. Gen. 1, 14. 5 τρόπον] ν ausradiert Ι τίνι . . αἰτίᾳ] viell. ist mit den Ausgg. τίνα . . αἰτίαν zu 1. Ι 6 λόγον] ν aus υ corr. Ι 11 πρὸς τὸ] ς τὸ a. Ras. | 14 ὅση] ὡς|ἡ Μ, corr. Del Ι 15 εὑρίσκοντες] εὑρ a. Ras. Ι 17 τὰ über d. Linie Ι 29 ἐστὶν Μ* Ι 30 ἀπᾳδόντως] ως a. Ras. Ι ἡ zerstört. κοῖς, ἵνα αὐτῶν ὁ νοῦς τὰ ἴδια ὁρατὰ βλέπῃ, τοῦ νοητοῦ κόσμου ἐστὶ φῶς· λέγω δὲ τῶν λογικῶν ψυχῶν τῶν ἐν τῷ αἰσθητικῷ κόσμῳ καὶ εἴ τι παρὰ ταῦτα συμπληροῖ τὸν κόσμον, ἀφ’ οὗ ὁ σωτὴρ εἶναι ἡμᾶς διδάσκει, τάχα μέρος αὐτοῦ τὸ κυριώτατον καὶ διαφέρον τυγχάνων καί, ὡς ἔστιν εἰπεῖν, ἥλιος ἡμέρας μεγάλης κυρίου ποιητής. δι’ ἣν ἡμέραν φησὶ τοῖς τοῦ φωτὸς αὐτοῦ μεταλαμβάνουσιν· »Ἐργά- »ζεσθε ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐκέτι οὐδεὶς δύναται ἐργά- »ζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὡ, φῶς εἰμι τοῦ κόσμου( ἔτι δὲ καὶ τοῖς μαθηταῖς φησιν· »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου« καὶ »Λαμ- »ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθε τῶν ἀνθρώπων«. τὸ δ’ ἀνάλογον σελήνῃ καὶ ἄστροις ὑπολαμβάνομεν εἶναι περὶ τὴν νύμφην ἐκκλησίαν καὶ τοὺς μαθητάς, ἔχοντας οἰκεῖον φῶς ἢ ἀπὸ τοῦ ἀληθινοῦ ἡλίου ἐπίκτητον, ἵνα φωτίσωσι μὴ δεδυνημένους πηγὴν ἐν αὑτοῖς κατασκευάσαι φωτός· οἷον Παῦλον μὲν καὶ Πέτρον »φῶς« ἐροῦμεν »τοῦ κόσμου«, τοὺς δὲ τυχόντας τῶν παρ’ αὐτοῖς μαθητευομένων, φωτιζομένους μέν, οὐ μὴν φωτίζειν ἑτέρους δυναμένους, τὸν κόσμον οὗ κόσμου φῶς οἱ ἀπόστολοι ἦσαν. ὁ δὲ σωτήρ, »φῶς« ὢν τοῦ »κόσμου«, φωτίζει οὐ σώματα ἀλλὰ ἀσωμάτῳ δυνάμει τὸν ἀσώματον νοῦν, ἵνα ὡς ὑπὸ ἡλιοῦ ἕκαστος ἡμῶν φωτιζόμενος καὶ τὰ ἄλλα δυνηθῇ βλέπειν νοητά. ὥσπερ δὲ ἡλίου φωτίζοντος ἀμαυροῦται τὸ δύνασθαι φωτίζειν σελήνην καὶ ἀστέρας, οὕτως οἱ ἐλλαμπόμενοι ὑπὸ Χριστοῦ καὶ τὰς αὐγὰς αὐτοῦ κεχωρηκότες οὐδέν τινων διακονουμένων ἀποστόλων καὶ προφητῶν δέονται — τολμητέον γὰρ λέγειν τὴν ἀλήθειαν — οὐδὲ ἀγγέλων, προσθήσω δὲ ὅτι οὐδὲ τῶν κρειττόνων δυνάμεων, αὐτῷ τῷ πρωτογεννήτῳ μαθητευόμενοι φωτί.