καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος· »Πᾶσα γραφὴ θεό- »πνευστος καὶ ὠφέλιμος«, ἐμπεριλαμβάνει καὶ τὰ ἑαυτοῦ γράμματα· ἢ οὐ τό τε »Ἐγὼ λέγω, καὶ οὐχ ό κύριος« καὶ τὸ »Ἐν πάσαις ἐκκλη- »σίαις διατάσσομαι« καὶ τὸ »Οἷα ἔπαθον ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν »Λύστροις« καὶ τὰ τούτοις παραπλήσια ἐνίοτε ὑπ’ αὐτοῦ γραφέντα τὴν 1 Vgl. Hebr. 11, 16. — 8 Vgl. Num. 18, 12f. — Vgl. Lev. 23, IG. Num. 28, 26. Deut. 16, 9ff. — 10 Vgl. Ex. 23, 16. Lev. 2, 14. — 18 Vgl. Ζ. 5f. — 23 II Kor. 6, 18. — 24 II Tim. 3, 16. — 26 I Kor. 7, 12. 17. — 27 II Tim. 8, 11. 3 τὸ2 streicht V Ι 9 πρωτογένημα Ι 10. 12 πρωτογένημα Ι 22 εὔπιστα] nur noch ιστα sicher zu erkennen, das andere junge Ergänzung. ἄπισταV | ευ auf Ras. | 26 ἢ οὐ τό τε Wi, ἢ οὕτω τὸ Μ, ἢ οὐ τὸ V Ι 28 τὴν μὲν ἐξουσίαν wohl sicher; danach glaube ich ein mit compendiarischer Endung geschriebenes πᾶσαν zu erkennen; danach sicher τὴν ἀποστολικὴν und hierauf Raum ür ca. 8 Buchst.; hiernach ist μὴν τὸ κτλ. wieder sicher zu erkennen, γραφέντα καὶ κατ’ ἐξουσίαν . . . ücke von ca. 24 Buchst. . . οὐ μὴν τὸ εἰλικρινὲς V, τὴν μὲν ἐξουσίαν παρέχοντα τὴν ἀποστολικὴν οὐ μὴν Br, τήν μὲν ἐξουσίαν παρίστησι μόνην οὐ μὴν We, τὴν μὲν ἐξουσίαν ἔχει βεβαίως ἀποστολικὴν, oder φαίνεται ἔχοντα ἀποστολικὴν Wi. Ist πᾶσαν richtig gelesen, so ist wohl zu erg.: τὴν μὲν ἐξουσίαν πᾶσαν τὴν ἀποστολικὴν παρίστησι οὐ οὐ μὴν κτλ. μὲν ἐξουσίαν * * * * ἀποστολικὴν * * *, μὴν τὸ εἰλικρινὲς τῶν ἐκ θείας ἐπιπνοίας λόγων. ἢ καὶ τούτω παραστατέον ὅτι ἡ παλαιὰ μὲν οὐκ εὐαγγέλιον, οὐ δεικνύουσα » τὸν ἐρχόμενον‘ ἀλλὰ προκηρύσσουσα, πᾶσα δὲ ἡ καινὴ τὸ εὐαγγέλιόν ἐστιν, οὐ μόνον ὁμοίως τῇ ἀρχῇ τοῦ εὐαγγελίου φάσκουσα· » Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων » τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἀλλὰ καὶ ποικίλας δοξολογίας περιέχουσα καὶ διδασκαλίας τοῦ δι’ ὃν τὸ εὐαγγέλιον εὐαγγέλιόν ἐστιν. ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παραδόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγε- Η λιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστόλων γεγραμμένα. ἀλλ’ ὅσον ἐπὶ τῇ δεθτἐρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομασάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυ- ριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα· οἷον λέγοντος τοῦ σωτῆρος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς« ὁ ἀπόστολός φησι τετάχθαι ἐν τῇ ἐκκλησίᾳ καὶ διδασκάλους. οὐκ ἔσονται οὖν οὗτοι δοδάσκαλοι ὅσον ἐπὶ τῇ ἀκριβείᾳ τῆς τοῦ εὐαγγελίου φωνῆς. οὕτως οὐκ ἔσταο εὐαγγέλιον τὸ κατὰ τὰς ἐπιστολὰς πᾶν γράμμα, ὅταν παραβάλληται τῇ διηγήσει τῶν περὶ Ἰησοῦ πράξεων καὶ παθημάτων καὶ λόγων αὐτοῦ. πλὴν ἀπαρχὴ πάσης γραφῆς τὸ εὐαγγέλιον, καὶ πασῶν τῶν κατ’ εὐχὴν ἡμῶν πράξεων ἐσομένων ἀπαρχὴν ποιούμεθα εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν.