Ὃν τρόπον οἶμαι ό πάλαι »λαὸς« ἐπικληθεὶς »θεοῦ« εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοιπὰς φυλὰς τάξιν λευἱτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευἱτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ »τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον« πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν· ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαύτα ἀποσιωπησάντων. φησὶ δὲ οὕτως ὁ Ἰωάννης· Καὶ »Καὶ εἶδον »ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἐκέκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, »οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ »ἀδικήσητε μήτε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι »σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἠμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. »καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα »τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ »φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴμ δώδεκα »χιλιάδες.« καὶ μετὰ τὸ διῃρῆσθαι τὰς λοιπὰς φυλὰς πάρεξ τοῦ Δὰν ἑξῆς μετὰ πλείονα ἐπιφέρει· »Καὶ εί͂δον, καὶ ἐδοὺ τὸ ἀρνίον ἑστὼς »ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες 1 Vgl. Hos. 2, 25 (Röm. 9, 25) u. ö. Vgl. Test. Ruben 6. Juda 21. — 4 Vgl. I Petr. 3, 4. — 5 Rom. 2, 29. — 9 Apok. Job. 7, 2–5. — 19 Apok. Job. 14, 1—5. Überschrift unter einfacber roter Randleiste in roten Uncialen Μ Ι ΕΞΗΓΗΤΙΚΩΝ V, > Μ; vgl. Euseb. , h. e. VI, 24, 1: ώς μὲν ἐν τῷ ζ΄ τῶν εἰς τὸ Ἰωάννην [+ εὐαγγέλιον Arm.] ἐξηγητικῶν σημαίνει Ι 3 λευικὰ Ι 9 ἰωάννης urspr. ἰάνης? Ι 13 μήτε1 obne Zeugen im Τ Ι 14 σφραγίσωμεν σ2 bis ε auf Ras.) über ω ist o gescbr. »χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὅνομα τοῦ πατρὸς αὐτοῦ »γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὐδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθά- »αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ »ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς »ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες »χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς· οὐτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ »ἀρνίῳ ὅπου ἐὰν ὑπάγη· οὐτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ· καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ »εὐρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.« ὅτι δὲ ταῦτα παρὰ τῷ Ἰωάννῃ περὶ τῶν εἰς Χριστὸν πεπιστευκότων λέγεται, καὶ αὐτῶν ὑπαρχόντων ἀπὸ φυλῶν, κἂν μὴ δοκῇ τὸ σωματικὸν αὐτῶν γένος ἀνατρέχειν ἐπὶ τὸ σπέρμα τῶν πατριαρχῶν, ἔστιν οὔτως ἐπιλογίσασθαι· »Μὴ ἀδική- »σητε, φησί, τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφρα- »γίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων , ἑκατὸν τεσσαράκοντα »τέσσρες χιλιάδεc ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. « οὐκοῦν οἳ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραὴλ ζφραγίζονται ἐπὶ τῶν μετώπων αὐτῶν, ἑκατὸν τεσσαράκοντα τέσσαρές εἰσι χιλιάδες τὸν ἀριθμόν· αἵτινες ἑκατὸν τεσσαράκοντα τέσσαρες τέσσαρες χιλιάδες ἐν τοῖς εξῆς παρὰ τῷ Ἰωάννῃ λέγοντα· ἔχειν τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν, αὐτῶν, παρθένοι καὶ μετὰ γυναικῶν οὐ μολυνθέντες.