Re 8 καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώτερον ὂν αὐτοῦ <τὸ> σῶμα τοσαύτης τυχεῖν ἀρχαιότητος ἐδινήθη ἀλλ’ ἐννοείτω, #x003C; καὶ μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεωτέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι’ ἁγνῆς ἀξιώσας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον πρωτότοκον πάσης κτίσεως« τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειργάσατο ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς.