Re 45 τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἧ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον »ἐν τῷ θεῷ« τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδενα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ’ ἧμάς τοῦ πλούτου »τῆς δόξης« καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. Re 46 ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου ᾿Ιωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη ἒν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγου. οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει. Re 47 ἵν’ ἐν μὲν τῴ φῆσαι ἐν ἀρχῇ ἦν ὁ λόγος« δείξῃ δυνάμει ἐν τῆ, πατρὶ εἶναι τὸν λόγον ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς »ἐξ οὖ τὰ πάντα«) ἐν δὲ τῷ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μῆ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτό καὶ αὐτὸς ἐν τῴ λόγῳ· »ἐν ἐμοὶ« γὰρ φησιν »ὁ πατὴρ, κἀγὼ ἐν τῷ πατρί«. Re 48 τοίνυν τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι; καὶ διὰ τοῦτο ἂρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, »ἐν ἀρχῇ ἦν ὁ λόγου λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.