Re 34 καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις ὡς λόγος, ἐνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν ὁ θεός‘‘. ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν. Re 36 ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν«, μηδὲν ἕτερον ὥν ἧ λόγοι ὁ δὲ τῴ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος) ὡς διδάσκει ἧμάς Ἰωάννης λέγων καὶ ὁ λόγος σὰρξ ἐγένετο«. διὰ τοῦτο τοίνυν τοῦ λόγοι μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μηνμονεύει ἧ θεία γραφή τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· »παρέστησαν« γάρ φησιν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. Re 37 ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἡ τοῦθ’ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ Εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ [τὴν] μετὰ τῆν’ τῆς σαρκὸς ἀνάληψιν Χριστὸς τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὀδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμὰς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῴ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀργῆς καὶ μηδενὸς νεωτέρου, »ἐν ἀρχῇ ἢν ὁ λόγος« ἔφη »καοὶ ὁ λόγος ἢν πρὸς τὸν θεὸν, καὶ θεὸς ἤν ὁ λόγος«, ἴνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ᾿ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπ[[ηρξε κατὰ σάρκα οἰκονομίας. Re 38 Σαβέλλιος γάρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὔτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὔτε τὸν ἅγιον αὐτοῦ λόγον. ὁ γὰρ μῆ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. »οὐδεὶς« γὰρ »οἶδεν« φησὶν »τὸν πατέρα, εἰ μὴ ὁ υἱός«, 1—6 42, 33—43, 6. 107, 32—108, 4; 13 84, 29—32 — 7—16 43, —44, 6; —14 εἰρημένον) 79 33 79, —14; —19 (εἴρηκεν) 89, —8; 19 (ἐπειδὴ) — 20 (ἡμέρα) 12, 2829 26 ἵνα) — 27 οἰκονομίας) 89, 10—11 — —S. 193, 7 74, 75 30 (οὐδεὶς)—193, 1 (λόγος) 76 5 Ι Kor. 15 28 — 7 Jok 1,1 — 9 Joh. 1, 14 — 14 Ps. 2, 2 — 24 Joh. 1, 1 — 30 Mattb. 11, 27 1 f ἀλλὰ — λέγει] ἀλλ’ V 42, 33 Ι 1 αὐτὸν V 84, 29 | 2 θέσει τὸν] φύσει Re | 3 τῆς . . κοινωνίας 75, 34. 84, 31. 107, 34 Ι 4 πράξεως] κρίσεως Re Tgl. zu S. 43, 2 | 5 εἰρημένον 108, 2 | 6 ᾐ] + τὰ 108, 3 | ὁ θεός] χς V 43, 5 | 8 ἄνθρωπος str. Re We νεύτερον (? vgl. oben S. 44, 18f 20f) Η 9 λέγων < 79, 27 | 10 i 12 τὸ < V 79, 31 1 ἐπὶ < V 79, 32 | τῷ < 12, 28 Ι τὴν str.(?) V2 79, 4 | 22 üb. νεωτέρου] ὀνόματος ἐμνήσθη? Re | 26 ὅτι < V 79, 12 | 27 σάρκα] + καὶ V 79, 13 τουτέστιν ὁ λόγος ὁ γὰρ λόγος δι’ ἑαυτὸ τὴν τοῖ· πατρὸς παρέχει νῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ’ αὐτοῦ τὸν λόγον, δι’ οὗ μόνου γινώσκεται ὁ θεός, ἔλεγεν οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«. ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνού. Re 39 καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ ὒ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ’ ἀληθῆ ὄντα λόγον.