Re 32 ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουληθείς, ἀλλ’ ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ λόγου μάτην τολμᾷ. Re 32 ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγμασιν, δῆλον ἀφ’ ὦν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπομνῆσαι. γράφει δὲ οὕτως· οὐ γὰρ ὁ θεὸς πατὴρ εἶναι ἤρξατο κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. εἰ γὰρ ἀεὶ τέλειος ὁ θεὸς, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι πατέρα τοιούτου υἱοῦ, <τί> ἀναβάλλεται καὶ τοῦ καλοῦ στερίσκει καἰ, ὡς ἐστιν εἰπεῖν, ἐξ οὑ δύναται πατὴρ εἶναι, οὐ #x003C;; τὸ αύτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου πνεύματος λεκτέον. πῶς οὖν ᾿Ωριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος κατ’ αὐτὸν Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισεν, χρήσασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὧν οὐδὲ αὐτὸν ἂν Ὠριγένη εἴποιμι τὸν λόγοι ἀποδοῦναι δυνατὸν εἶναι; Re 33 τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλίνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύτερον θεὸν λέγων τὸν Χριστὸν καὶ τοῦτον ἀνθρωπικώτερον γεγενῆσθαι θεόν, ποτὲ δὲ κτίσμα αὐτὸν εἶναι διοριζόμενος. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, καὶ πρὸς ἡμὰς ποτε, τὴν Ἄγκυραν διιών, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν. 1—12 21, —22 — —15 21, —22, 2 — —28 22, —23 — 33 28, 712 6 vgl. Origenes de princ. IV, 1, 28 — 18 Origenes in Gen. comm. l. I (vgl. Pamphilus apol. 3) — 25 vgl. S. 204, 5 5"/> ῥητῶν] + τινα Mo | τῆς . . ἐπιστολῆς V, corr. Μο Ι 10 γέννημα We γεννᾷ μὲν V vgl. zu S. 21, 21 Ι 13 γέγραφεν] + καὶ? | 15 ὑπόστασιν Mo | μάτην Kl μαθεῖν V (str. Re) Ι 18 θέὸς] danach vgl. zu S. 22, 11 22 τί Re διατί We Ι 23 καὶ] + οὐκ εὐθὺς We vgl. oben S. 22. 1(3 Ι 23 f οὐ γίνεται πατήρ Kl nach υἱοῦ V Ι 27 ὣν r ὡς V Ι ὠριγένει V*, corr. V1? εἴποιμι Re εἴ τι V | 28 εἶναι Zahn ἢν V Ι 80 ταῦτα V | 31 θεὸν ui θεοῦ V Re 34 καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις ὡς λόγος, ἐνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· »τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν ὁ θεός‘‘. ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν.