Re 3 νυνὶ δὲ ἐξετάσωμεν ἵν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γραφέντων· ἔφη γὰρ οὗτος ἄλλος μὲν γὰρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως. ἀμφότερα συνάψας γέγραφεν μονογενῆ καὶ πρωτότοκον, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τούτοις, ὃς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι δῆλον γὰρ ὅτι ὁ μονογενής, εἰ ὄντως μονογενὴς εἴη, οὐκέτι πρωτότοκος εἶναι δύναται, καὶ ὁ πρωτότοκος ᾗ 〈πρωτότοκος〉 οὐ δύναται μονογενὴς εἶναι.