Re 99 ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διά τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον 1—3 40, 5—7. 100, 11—14; 2 (μήπω) — 3 77 4—9 50, 18—24 — 10—13 50, 26—30 — 1420 51, 6—9 — 25—26 51, 11—13 — 27—30 51, 15—19 — 31—S. 2 Joh. 17, 5 — 5f Ι Tim. 2, 5 — 6 Kol. 1, 16 — 10 Job. 17, 5? — 12 Ι Tim. 2, 5 — 16 f f Joh. 12, 28 — 25 Ps. 44, 1? — 26 Matth. 3, 17 1 ἐξουσίαν] δόξαν V 100, 11 Ι 3 μηδὲν 101, 14 | 16 σε < NT Ι 27 ὃτι] zum Citat örig? Ι 28 καὶ2] zu str,? Ι 29 αὐτὸν] 1. αὐτὴν? οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὶν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει »ὁ κύριος ἐβασίλευσεν, ἀγαλλίάσθω ἧ γῆ«. (Re lOU) δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἧ προφητεία φησὶν »ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοὺς. Re 100 διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος »πᾶσαν ἀρχὴν« τοῦ διαβόλου »καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει«. δεῖ γὰρ αὐτὸν βασιλεύειν« φησὶν »ἄχρι οὗ ἀν’ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«. τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ. Re 101 μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τίλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ. Re 102 ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα ψῶ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον ἑτέρα ἑτέρα δέ »ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοῖς, καὶ αὖθις ὃ κύριος ἐβασίλευσεν , ἀγαλλιάσθω ἡ γῆ«. καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διά τοῦ λόγου. εἰ οὑν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρα- κοσίων, οὐδὲν παράδοξον, εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τῆν’ βασιλείαν, δηλονότι τῴ θεῶ τοῖ καταστήσαντι αὐτόν, ὡς ἧ γραφή φησιν, βασιλέα.