Re 98 ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διά παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τήν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι’ αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισάμενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρασκευάσῃ, ἀλλά καὶ σύνθρονον ἐν οὐρανοῖς τῴ θεῷ. Re 99 ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διά τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον 1—3 40, 5—7. 100, 11—14; 2 (μήπω) — 3 77 4—9 50, 18—24 — 10—13 50, 26—30 — 1420 51, 6—9 — 25—26 51, 11—13 — 27—30 51, 15—19 — 31—S. 2 Joh. 17, 5 — 5f Ι Tim. 2, 5 — 6 Kol. 1, 16 — 10 Job. 17, 5? — 12 Ι Tim. 2, 5 — 16 f f Joh. 12, 28 — 25 Ps. 44, 1? — 26 Matth. 3, 17 1 ἐξουσίαν] δόξαν V 100, 11 Ι 3 μηδὲν 101, 14 | 16 σε < NT Ι 27 ὃτι] zum Citat örig? Ι 28 καὶ2] zu str,? Ι 29 αὐτὸν] 1. αὐτὴν? οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὶν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει »ὁ κύριος ἐβασίλευσεν, ἀγαλλίάσθω ἧ γῆ«. (Re lOU) δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἧ προφητεία φησὶν »ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοὺς. Re 100 διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος »πᾶσαν ἀρχὴν« τοῦ διαβόλου »καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει«. δεῖ γὰρ αὐτὸν βασιλεύειν« φησὶν »ἄχρι οὗ ἀν’ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«. τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ.