Re 10 τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοία τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον κεφάλαιον ἔκτισέν με ἀργὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«. ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὅν πεποιηκὼς ὁ δεσπότης θεός· θεὸς· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μῆ οὖσαν »ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοὺς. Re 11 οὐκοῦν εἰκότως τῶν ἀρχαίων παρεληλυθότων, καινῶν δὲ ἔσεσθαι μελλόντων ἀπόντων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν καινότητος, ὁ δεσπότης ἡμῶν ὁ Χριστὸς διὰ τοῦ προφήτου ἐβόα λέγων »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«. Re 12 οὕτος γὰρ ἧμίν τοῖς δικαίως πολιτεύεσθαι μέλλουσιν θεοσεβείας ὀδὸς γέγονεν· ἀρχὴ πασῶν τῶν μετὰ ταῦτα ὁδῶν. Re 12 »ἀρχὴν» δὲ »ὁδῶν« διά τοῦτο εἰκότως εἴρηκεν τὸν δεσπότην ἠμῶν τὸν σωτῆρα, διότι καὶ τῶν ἑτέρων, ὧν ἐσχήκαμεν, ὁδῶν μετὰ τὴν πρώτην ὁδὸν ἀρχὴ γέγονεν, τὰς διὰ τῶν ἱερῶν ἀποστόλων δηλῶν παραδόσεις τῶν »μετὰ ὑψηλοῦ« κατὰ τὴν προφητείαν »κηρύγματος« κηρυξάντων ἡμῖν τὸ καινὸν τοῦτο μυστήριον. Re 13 »ἐκτισεν οὖν μὺ φησὶν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα ἔργα αὐτοῦ«. ποῖα δὲ ἔργα φησίν; περὶ ὧν ὁ σωτὴρ λέγει ὁ πατήρ μου ἕως ἂρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι« καὶ αὖθις »τὸ ἔργον« φησὶν »ἐτελείωσα ὃ δέδωκάς μοι«.