<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="96"><head rend="align(center)">Σωφρονίῳ μαγίστρῳ</head><p rend="align(indent)"> Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ;<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">διὰ σαυτοῦ</foreign><foreign xml:lang="grc">δι’ ἑαυτοῦ</foreign> E.</note> δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν. </p><p rend="align(indent)"> Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς <pb n="v.2.p.158"/> ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τῶν ἀρχικῶν θρόνων</foreign><foreign xml:lang="grc">τὸν ἀρχικὸν θρόνον</foreign> editi antiqi.</note> θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀκριβῆ</foreign> editi antiqi.</note> φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶ<note xml:lang="eng"><foreign xml:lang="grc">οὐδέν</foreign> multi MSS.</note> παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν. </p><p rend="align(indent)"> Ταῦτα ὀψὲ μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">μέν</foreign> om. E</note> τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῖς</foreign> E, editi antiqi.</note> παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι,<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. E.</note> χάριν τε εἰδέναι ὡς εὐεργέτῃ<note xml:lang="eng"><foreign xml:lang="grc">εὐεργέτην</foreign> E.</note> τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς <pb n="v.2.p.160"/> οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. ἃ γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡ</foreign> add. E.</note> χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσαν<note xml:lang="eng"><foreign xml:lang="grc">πᾶσαν</foreign> om. E</note> οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμέρας</foreign> E.</note> φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="97"><head rend="align(center)">Τῇ βουλῇ Τυάνων</head><p rend="align(indent)"> Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. οὐδὲν οὖν ἡμᾶς ἔλαθεν, οὔτε τῶν πεπραγμένων τι κεκρυμμένον. ἀλλʼ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα<note xml:lang="eng"><foreign xml:lang="grc">τοιαῦτα</foreign> E, editio Paris.</note> πρὸς αὐτὴν φέρει. εἰ γὰρ καὶ ἕτεροι δυνατοί, καὶ μεγάλοι, καὶ ἑαυτοῖς πεποιθότες, ἀλλʼ ἡμεῖς οἱ μηδέν, <pb n="v.2.p.162"/> καὶ τοῦ μηδενὸς ἄξιοι· ὥστε οὐκ ἄν ποτε<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὥστε οὐκ ἄν... ὡς</foreign><foreign xml:lang="grc">μηδενὸς οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοὺς ὑπολάβοιμεν, ὥστε</foreign> editi antiqi.</note> τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες, ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπίδωμεν</foreign> editi antiqi.</note> τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετʼ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. ἡ ἀκοὴ ἀκριβεστέρα ἡ δι’ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς, καὶ ὁ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι μεταξὺ δύο ἢ τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν ὁ Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ <pb n="v.2.p.164"/> ποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. </p><p rend="align(indent)"> Ὥστε, διὰ ταῦτα πάντα, ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν<note xml:lang="eng"><foreign xml:lang="grc">λείπειν</foreign> E.</note> ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι, οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν<note xml:lang="eng"><foreign xml:lang="grc">μοχθηρῶν</foreign> E, Harl., Vat.</note> ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιίας ἐπιτυχεῖν. κἂν μὲν ἕπηταί<note xml:lang="eng"><foreign xml:lang="grc">ἕποιτο</foreign> editi antiqi.</note> τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον, καὶ εὐχὴ<note xml:lang="eng"><foreign xml:lang="grc">εὐχή</foreign> Capps; <foreign xml:lang="grc">εὐχῆς</foreign> MSS. et editi.</note> τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐφέλκοι τῆς αὐτῆς</foreign> editi antiqi.</note> ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="98"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς ὁσιότητός<note xml:lang="eng"><foreign xml:lang="grc">κοσμιότητος</foreign> vulgata.</note> σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως, παρείθην ἀπὸ<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπό</foreign> E. editi antiqi.</note> τῆς ἐπιθυμίας<note xml:lang="eng"><foreign xml:lang="grc">ἀθυμίας</foreign> E. Harl., editi antiqi.</note> καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ ἡ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς <pb n="v.2.p.166"/> ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζόν, δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπομνήσκοντα</foreign> Harl.</note> ἢ ὁδηγοῦντα ἡμᾶς οὐ κατηξίωσαν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οὐ κατηξίωσαν</foreign><foreign xml:lang="grc">οὐκ ἠξίωσαν</foreign> E.</note> ἀποστεῖλαι. ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμὲν διὰ τὰς<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τὰς</foreign><foreign xml:lang="grc">τῆς</foreign> E.</note> ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν. μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν, ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέψαι αὐτάρκως ἔχομεν. ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν ἡ πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα, καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα<note xml:lang="eng"><foreign xml:lang="grc">Σαμοσάτων</foreign> Harl.</note> ὁδόν· εἰ δὲ μή, αὐτῷ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> E, editi antiqi.</note> συνδραμούμεθα, ἐὰν παρʼ ἀμφοτέρων τοῦτο ἡμῖν κατάδηλον γένηται, παρά τε αὐτοῦ ἐκείνου ἀντιγράψαντος ἡμῖν περὶ τούτων (ἐπεστείλαμεν γάρ), καὶ παρὰ τῆς σῆς θεοσεβείας. </p><p rend="align(indent)"> Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας <pb n="v.2.p.168"/> ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι,<note xml:lang="eng"><foreign xml:lang="grc">πεπειρασμένοι</foreign> editi antiqi.</note> μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀφικνούμενοι</foreign> editi antiqi.</note> προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν. διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρʼ ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης. </p><p rend="align(indent)"> Τὸν δʼ ἀδελφὸν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐμόν, τόν,</foreign> add. editi antiqi.</note> Γρηγόριον κἀγὼ ἠβουλόμην<note xml:lang="eng"><foreign xml:lang="grc">ἐβουλόμην</foreign> E.</note> οἰκονομεῖν ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφʼ ἡλίῳ.<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὑφ’ ἡλίῳ</foreign><foreign xml:lang="grc">ὑφήλιος</foreign> Med.; <foreign xml:lang="grc">ὑφ’ ἥλιον</foreign> Bigot., Reg. secundus, Coisl. secundus.</note> ἐπειδὴ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπεί</foreign> editi antiqi.</note> δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφʼ ἑαυτοῦ. ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει.</p><pb n="v.2.p.170"/><p rend="align(indent)"> Τί δὲ δεῖ<note xml:lang="eng"><foreign xml:lang="grc">ποιῆσαι</foreign> Med.</note> ποιῆσαι τῷ Παλματίῳ, μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; ἀλλʼ ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign> add. E.</note> σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται. </p><p rend="align(indent)"> Γίνωσκε μέντοι, θεοφιλέστατε πάτερ, ὅτι πάνυ<note xml:lang="eng"><foreign xml:lang="grc">πᾶν</foreign> editi antiqi.</note> χρῄζει τῆς παρουσίας σου τὰ ἡμέτερα, καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="99"><head rend="align(center)">Τερεντίῳ Κόμητι</head><p rend="align(indent)"> Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλικῷ προστάγματι <pb n="v.2.p.172"/> καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐτράπην</foreign> editi antiqi.</note> αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. οὐκ οἶδα γὰρ ὅ τι παθὼν ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών,<note xml:lang="eng"><foreign xml:lang="grc">καταγαγεῖν</foreign> editi antiqi.</note> ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν ἐκκλησιῶν βουλευόμενος. τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν, ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. τὸ μέντοι γενόμενον παρʼ ἡμῶν τοιοῦτόν ἐστιν. </p><p rend="align(indent)"> Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην<note xml:lang="eng"><foreign xml:lang="grc">τελειουμένην</foreign> editi antiqi.</note> καὶ ὁρμήσαντες δι’ ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, <pb n="v.2.p.174"/> ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπʼ ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν λόγων</foreign> E, <foreign xml:lang="grc">τὸν λόγον</foreign> in marg. manu recente.</note> προαγαγόντες. τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν σνγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα, κἀκείνους εἰς τὴν<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπέρ</foreign> add. E.</note> τῶν ἐπιζητουμένων ὑφʼ ἡμῶν συγκατάθεσιν προηγάγομεν,<note xml:lang="eng"><foreign xml:lang="grc">προσηγάγομεν</foreign> editi antiqi.</note> ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχάς, εὐχαριστήσαντες τῷ Κυρίῳ τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν. ἐπὶ τούτοις ἔδει με καὶ ἔγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν <pb n="v.2.p.176"/> γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. ἀλλʼ ἐβουλήθην αὐτὸς ὑπὲρ<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπέρ</foreign> R.J.D., <foreign xml:lang="grc">ὑπό</foreign> MSS. et editi.</note> πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρʼ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸ<note xml:lang="eng"><foreign xml:lang="grc">οὗτοι</foreign> E.</note> προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρʼ αὐτοῦ ὁμολογηθῇ,<note xml:lang="eng"><foreign xml:lang="grc">ὁμολογῆται</foreign> tres MSS. recen.</note> καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρʼ αὐτῶν προτάσεις παραδεχθῆναι. ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. ἀλλʼ ἀπὸ μέσης ἀνεζεύξαμεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνέζευξαν</foreign> editi antiqi.</note> τῆς ὁδοῦ, ἀθυμήσαντες, ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καμάτους. </p><p rend="align(indent)"> Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ὑπὸ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπί</foreign> nonnulli MSS.</note> μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι<note xml:lang="eng"><foreign xml:lang="grc">μου</foreign> E.</note> καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρʼ αὐτοῦ ἐπὶ τῇ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐπὶ τῇ ...συναφείᾳ</foreign><foreign xml:lang="grc">περὶ τῆς ... συναφείας</foreign> nonnulli MSS.</note> πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τὸ ... κατόρθωμα</foreign><foreign xml:lang="grc">τὰ ... κατορθώματα</foreign> E.</note> ἐκ τῆς συντυχίας <pb n="v.2.p.178"/> κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφʼ ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῦ</foreign> E.</note> μαθηταῖς, ἦ μὲν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας<note xml:lang="eng"><foreign xml:lang="grc">δικαιοτάτως καὶ ἀναντιρρήτως</foreign> Reg. primus et Bigot.</note> καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μηδὲ νῦν μὲν ὁμολογεῖν νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων,<note xml:lang="eng"><foreign xml:lang="grc">βεβοημένον</foreign> E. <foreign xml:lang="grc">διαβεβοημένω</foreign>n editi antiqi.</note> ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρʼ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">συνέμπορον, καταλιπών</foreign><foreign xml:lang="grc">συνέμπορον καταλιπόντα</foreign> editi antiqi.</note> ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ <pb n="v.2.p.180"/> κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τε παρ’ ἐμοῦ</foreign><foreign xml:lang="grc">παρ’ ἡμῶν</foreign> E.</note> ἤκουσεν.<note xml:lang="eng"><foreign xml:lang="grc">ἤκουσαν</foreign> editi antiqi.</note> ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε. </p><p rend="align(indent)"> Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή,<note xml:lang="eng"><foreign xml:lang="grc">κεφαλῇ</foreign> E.</note> ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρʼ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὐρήσειν; διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑκουσίως</foreign> editi antiqi.</note> σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίαν<note xml:lang="eng"><foreign xml:lang="grc">διαφοράν</foreign> Bigot., Reg. Secundus, coisl. Secundus.</note> καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρʼ ἡμῶν ἐπίσκοπον. ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν <pb n="v.2.p.182"/> Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφʼ ἡμῶν. καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρʼ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. ταῦτά με ἔδει<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ταῦτά με ἔδει</foreign><foreign xml:lang="grc">ταῦτα ἔδει μέν</foreign> editi antiqi.</note> σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλʼ ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="100"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας,<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν Ἀρμενίων</foreign> editi antiqi.</note> ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι<note xml:lang="eng"><foreign xml:lang="grc">τύχῃ</foreign> editi antiqi.</note> ἡ θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἀπ’ αὐτοῦ</foreign><foreign xml:lang="grc">ἐπ’ αὐτῷ</foreign> E, Harl.</note> χάριν ὁ καιρὸς συνηύξησεν,<note xml:lang="eng"><foreign xml:lang="grc">προσηύξησεν</foreign> editi antiqi.</note> ὃν ὁποῖος <pb n="v.2.p.184"/> ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκλαθέσθαι</foreign> E.</note> τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ. </p><p rend="align(indent)"> Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ ὁ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν<note xml:lang="eng"><foreign xml:lang="grc">γενησόμεθα</foreign> editi antiqi.</note> ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν ᾖ δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι’ ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου<note xml:lang="eng"><foreign xml:lang="grc">μακαριωτάτου</foreign> editi antiqi.</note> μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται<note xml:lang="eng"><foreign xml:lang="grc">πρόκειται</foreign> E.</note> πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ <pb n="v.2.p.186"/> Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν. </p></div></div></body></text></TEI>