<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="76"><head rend="align(center)">Σωφρονίῳ μαγίστρῳ</head><p rend="align(indent)"> Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε,<note xml:lang="eng"><foreign xml:lang="grc">ἄν</foreign>  add. editi antiqi.</note> καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">εἰς ἀθρόον... παντελῆ</foreign><foreign xml:lang="grc">εἰς ἀπώλειαν ἐχώρησε παντελῶς οὕτως ὡς ἡ ἡμετέρα... εἰς ἀθρόον ἦλθεν ἀφανισμόν</foreign> editi antiqi.</note> ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων <pb n="v.2.p.82"/> οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν<note xml:lang="eng"><foreign xml:lang="grc">πολιτῶν</foreign> Vat.</note> σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν<note xml:lang="eng"><foreign xml:lang="grc">καταλιπόντες</foreign> E, Harl., Reg. secundus, Clarom.</note> τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι. </p><p rend="align(indent)"> Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον δι’ οὗ ἂν γένοιο ἐν καιρῷ<note xml:lang="eng"><foreign xml:lang="grc">σωτήρ</foreign>  add. editi antiqi.</note> τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">χρῆσθαι</foreign> editi antiqi.</note> τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="77"><head rend="align(center)">Ἀνεπίγραφος περὶ Θηρασίου</head><p rend="align(indent)"> Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν <pb n="v.2.p.84"/> ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα<note xml:lang="eng"><foreign xml:lang="grc">φθεγγόμεθα</foreign> E.</note> πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο. </p><p rend="align(indent)"> Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤ γ’ οὐ μὲν οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἤ γ’ οὐ μὲν οὖν</foreign> Capps, <foreign xml:lang="grc">οὐ μὲν οὖν</foreign> ed. Ben., <foreign xml:lang="grc">ἡγούμενον</foreign> omnes MSS. et editi.</note> καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοι<note xml:lang="eng"><foreign xml:lang="grc">σε</foreign> E, Reg. secundus, Clarom.</note> ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="78"><head rend="align(center)">Ἀνεπίγραφος ὑπὲρ Ἐλπιδίου</head><p rend="align(indent)"> Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν<note xml:lang="eng"><foreign xml:lang="grc">παρακαλῶ μέν</foreign> editi antiqi.</note> διὰ τοῦ γράμματος, <pb n="v.2.p.86"/> καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="79"><head rend="align(center)">Εὐσταθίῳ,<note xml:lang="eng"><foreign xml:lang="grc">Ἐὐσταθίῳ</foreign> tantum habent E et Harl.</note> ἐπισκόπῳ Σεβαστείας</head><p rend="align(indent)"> Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ· καὶ δεξάμενος<note xml:lang="eng"><foreign xml:lang="grc">δέ</foreign> add. E. editi antiqi.</note> παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, <pb n="v.2.p.88"/> καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ θεῖον</foreign> Capps (on account of the following <foreign xml:lang="grc">τό</foreign>), <foreign xml:lang="grc">τὸν Θεόν</foreign> MSS. et editi.</note> τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. E.</note> ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ χαριζομένου</foreign> Coisl. secundus, Reg. secundus.</note> ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνδυναμώσαντος</foreign> Coisl. secundus, Reg. secundus.</note> ἡμῶν δι’ αὐτοῦ τὴν ἀσθένειαν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="80"><head rend="align(center)">Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας</head><p rend="align(indent)"> Ὅσον τῶν ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες· ὃς<note xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign> E, Med.</note> καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τῷ</foreign><foreign xml:lang="grc">τό</foreign> E.</note> εἰδέναι τὰ βέλτιστα<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ τό</foreign> add. E.</note> τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ <pb n="v.2.p.90"/> τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ.<note xml:lang="eng"><foreign xml:lang="grc">πιστεύειν</foreign> E.</note> διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων ἡμᾶς τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. εἰ δὲ καταξιωθείημεν τῇ συνεργίᾳ τῶν προσευχῶν τοῦ ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν, καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῖς</foreign> editi antiqi.</note> ἐλογισάμεθα, ὧν ἐθλίβημεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐθλίβομαι</foreign> editi antiqi.</note> ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν. </p></div></div></body></text></TEI>