<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="71"><head rend="align(center)">Γρηγορίῳ Βασίλειος<note xml:lang="eng"><foreign xml:lang="grc">Γρηγορίῳ ἑταίρῳ</foreign> alii MSS.</note></head><p rend="align(indent)"> Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τῆς σῆς εὐλαβείας</foreign><foreign xml:lang="grc">τῆς εὐλαβείας σου</foreign> editi antiqi.</note> διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">αὐτὸς ταῦτα ... ὅπως</foreign><foreign xml:lang="grc">καὶ ταῦτα διηγησαμένου ἀκούσαντες ὅπως</foreign> editi antiqi.</note> διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, <pb n="v.2.p.54"/> καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥρας<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῶν</foreign> add. Harl.</note> οὕτω<note xml:lang="eng"><foreign xml:lang="grc">οὕτω</foreign>om. E.</note> διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν. </p><p rend="align(indent)"> Εἰ δὲ ὁ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει, καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε<note xml:lang="eng"><foreign xml:lang="grc">γάρ</foreign> E.</note> καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα,<note xml:lang="eng"><foreign xml:lang="grc">τοιούτους δὲ τοὺς ἀνεχομένους</foreign> add. editi antiqi.</note> ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως,<note xml:lang="eng"><foreign xml:lang="grc">προαιρέσεως</foreign> Harl., Vat., et Clarom.</note> οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν <pb n="v.2.p.56"/> ἐθέλωσιν,<note xml:lang="eng"><foreign xml:lang="grc">θέλωσι</foreign> E.</note> καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα. </p><p rend="align(indent)"> Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ<note xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign> E, editi antiqi.</note> δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις<note xml:lang="eng"><foreign xml:lang="grc">ὑφέξεις</foreign> E.</note> αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις,<note xml:lang="eng"><foreign xml:lang="grc">κατάρξεις</foreign> editi antiqi.</note> καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος<note xml:lang="eng"><foreign xml:lang="grc">οὐδείς</foreign> E.</note> μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με<note xml:lang="eng"><foreign xml:lang="grc">σε</foreign> editi antiqi.</note> τιθεμένους ἄξιον, ὅσον<note xml:lang="eng"><foreign xml:lang="grc">ὅσου</foreign> E.</note> ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοὺς</foreign> E.</note> μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ <pb n="v.2.p.58"/> χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι<note xml:lang="eng"><foreign xml:lang="grc">ὅτι</foreign> E.</note> προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ·<note xml:lang="eng"><foreign xml:lang="grc">προσκαλῇ</foreign> editi antiqi.</note> εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="72"><head rend="align(center)">Ἡσυχίῳ</head><p rend="align(indent)"> Οἶδά σου καὶ τὴν πρὸς<note xml:lang="eng"><foreign xml:lang="grc">περί</foreign> editi antiqi.</note> ἡμᾶς ἀγάπην, καὶ τὴν περὶ τὰ καλὰ σπουδήν. διόπερ χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. λελύπηται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατʼ αὐτοῦ καὶ ἀπόνοιαν. τοῦτον <pb n="v.2.p.60"/> ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα<note xml:lang="eng"><foreign xml:lang="grc">ἀρκεσθῆναι παρακληθέντα</foreign> E, Med.</note> τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε<note xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign>om. E.</note> τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν. οὕτω γὰρ ἀμφότερα ὑπάρξει·<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπάρχει</foreign> Harl.</note> καὶ τὸ παρὰ ἀνθρώποις σεμνόν, καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. αὐτός τε οὖν, εἴ τις σοι<note xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign>om. E.</note> προϋπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρʼ αὐτοῦ τὴν χάριν ταύτην· καὶ οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λάβε τῆς φροντίδος, εἰπὼν αὐτοῖς, ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται. </p><p rend="align(indent)"> Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα<note xml:lang="eng"><foreign xml:lang="grc">τι</foreign> add. E. editi antiqi.</note> ὧν ἕνεκεν ἀπεστάλη. αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="73"><head rend="align(center)">Καλλισθένει</head><p rend="align(indent)"> Ηὐχαρίστησα τῷ Θεῷ<note xml:lang="eng"><foreign xml:lang="grc">τῷ ἁγίῳ</foreign>  add. editi antiqi.</note> τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου· πρῶτον μέν, ὅτι ἀνδρὸς τιμᾷν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία· καὶ γὰρ πολλοῦ μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">μέν</foreign>om. E.</note> ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν· δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ <pb n="v.2.p.62"/> ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως τῷ ὄντι κατὰ τὴν πάντων ὑπόληψιν πατρικὴν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> add. E. editi antiqi.</note> ἀπένειμε<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπένειμες</foreign> editi antiqi.</note> τὴν αἰδῶ. τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡς<note xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign>om. E.</note> ἐπὶ τέκνῳ πνευματικῷ. ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν ἢ εὔχεσθαί σοι τὰ ἀγαθά ; φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τι ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται, ὅτι εἰς τοιοῦτόν<note xml:lang="eng"><foreign xml:lang="grc">τοσοῦτόν</foreign> editi antiqi.</note> σε ὄντα ἐξήμαρτον. </p><p rend="align(indent)"> Ἐπειδὴ οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">δέ</foreign> editi antiqi.</note> προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι,<note xml:lang="eng"><foreign xml:lang="grc">διαδεχθῆναι</foreign> E.</note> ἀξιῶ τὸν σκοπὸν μαθεῖν, καθʼ ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. εἰ μὲν γὰρ αὐτὸς παρέσῃ καὶ αὐτὸς εἰσπράξῃ<note xml:lang="eng"><foreign xml:lang="grc">εἰσπράξεις</foreign> editi antiqi.</note> τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται ; πλὴν ἀλλʼ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάν περ μὴ ἐξαρκέσωμεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξαρκέσομεν</foreign> editi antiqi.</note> ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους ; τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι ; ἀλλʼ εἰ δοκεῖ σοι <pb n="v.2.p.64"/> ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν, καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ εὐκαταφρόνητον<note xml:lang="eng"><foreign xml:lang="grc">ἀκαταφρόνητον</foreign> E.</note> τῆς σεαυτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">σῆς</foreign> editi antiqi.</note> ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφʼ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος. </p><p rend="align(indent)"> Καὶ ταῦτα λέγω, οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπολίπηται</foreign> E.</note> ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. πάντως δὲ εἰ καὶ ὀμώμοσται σοὶ δοῦναι αὐτοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῖς</foreign> E.</note> εἰς<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς</foreign>om. E.</note> τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρʼ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων. </p><p rend="align(indent)"> Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς <pb n="v.2.p.66"/> σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην. </p><p rend="align(indent)"> Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πιθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι, φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι ἡ αἴτησις γένηται, ἐλλιπῶς μου τὴν διδασκαλίαν ποιησαμένου. ἀλλʼ, ὦ τιμιώτατον καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοὶ καὶ τὰς πάντων συμφώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι ἢ πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="74"><head rend="align(center)">Μαρτινιανῷ</head><p rend="align(indent)"> Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ <pb n="v.2.p.68"/> πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν ; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι’ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἢ ἕνα τὸν<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν</foreign> editi antiqi.</note> πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον ; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι<note xml:lang="eng"><foreign xml:lang="grc">πολιτεῖα</foreign> E.</note> ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνοος<note xml:lang="eng"><foreign xml:lang="grc">Ἀλκίνους</foreign> E, editi antiqi.</note> τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον ; ὅτι με<note xml:lang="eng"><foreign xml:lang="grc">κἀμέ</foreign> E, MSS. Med.</note> κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες,<note xml:lang="eng">Perhaps a marginal gloss.</note> αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ <pb n="v.2.p.70"/> οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">γ’ οὖν</foreign> E.</note> ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας. </p><p rend="align(indent)"> Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν,<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμέραν</foreign> E.</note> ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι·<note xml:lang="eng"><foreign xml:lang="grc">ἀντὶ ἑνός</foreign> E.</note> οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶνῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι <pb n="v.2.p.72"/> λυπεῖν τοῖς ῥήμασι, τοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">τοῖς</foreign> E.</note> δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα. εἰ μὲν οὖν ἦν<note xml:lang="eng"><foreign xml:lang="grc">ἦν</foreign>om. E.</note> δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ<note xml:lang="eng"><foreign xml:lang="grc">ὅλη</foreign> editi antiqi.</note> τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τό γε</foreign><foreign xml:lang="grc">τότε</foreign> editi antiqi.</note> ἐπιστεῖλαι πόνος οὐδείς. ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος<note xml:lang="eng"><foreign xml:lang="grc">χαρισάμενος</foreign> editi antiqi.</note> τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν<note xml:lang="eng"><foreign xml:lang="grc">ἦν</foreign>om. E.</note> οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνεργείας</foreign> E.</note> τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ἢ ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, ἢ εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο.</p><pb n="v.2.p.74"/><p rend="align(indent)"> Σύλλογοι μὲν γὰρ ἐκεῖνοι, καὶ λόγοι, αἱ<note xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign> add. E.</note> κατʼ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν, καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν<note xml:lang="eng"><foreign xml:lang="grc">πάλαι</foreign> E, editi antiqi.</note> ἡμᾶς ἐπιλελοίπασιν· ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι, ἢ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἢ</foreign><foreign xml:lang="grc">οἱ (καί αντε οἱ</foreign> in marg. m. recen.) E.</note> τὰς χεῖρας ὄντες μὴ<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign> E.</note> καθαροί. ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινῶν ἢ Μασσαγετῶν ἀμουσία· μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. στοαὶ δʼ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπηχοῦσαι</foreign> Med.</note> οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας<note xml:lang="eng"><foreign xml:lang="grc">νύκτες</foreign> editi antiqi.</note> ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι ἡ περὶ τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">τό</foreign> editi antiqi.</note> ζῇν ἀγωνία. κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐρείσματι</foreign> E.</note> πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; οἱ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">Προδανδοῦ</foreign> E.</note> προτιμήσαντες. ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικόν, ἢ εἴ που<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">εἴ που</foreign><foreign xml:lang="grc">ὅπου</foreign> E.</note> τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα νοσοποιὸν<note xml:lang="eng"><foreign xml:lang="grc">φθοροποιόν</foreign> editi antiqi.</note> ἀναπνέοντα. τοιούτῳ τινὶ ἐοικὸς <pb n="v.2.p.76"/> νόμισον καὶ τὸ Ποδανδοῦ κακόν· τριῶν τοίνυν μοιρῶν, οἱ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἱ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. τριτάτη δέ που μοῖρα λέλειπται· οὗτοι δέ, τήν τε ἀπόλειψιν τῶν συνήθων<note xml:lang="eng"><foreign xml:lang="grc">συνοίκων</foreign> Med. Harl.</note> οὐ φέροντες, καὶ ἅμα τῆς χρείας ἀτονώτεροι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπονώτερον</foreign> E.</note> ἀπελεγχόμενοι, πρὸς αὐτὸ τὸ ζῇν ἀπειρήκασι. </p><p rend="align(indent)"> Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα, ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδʼ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνδείξωνται</foreign> editi antiqi.</note> ἢ γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ, ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς ἐλευθερίας</foreign>  add. editi antiqi.</note> οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν<note xml:lang="eng"><foreign xml:lang="grc">πυλῶν</foreign> E.</note> ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι<note xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign>om. E, editi antiqi.</note> εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην<note xml:lang="eng"><foreign xml:lang="grc">μεγάλην</foreign> E.</note> δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα. </p></div><pb n="v.2.p.78"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="75"><head rend="align(center)">Ἀβουργίῳ<note xml:lang="eng"><foreign xml:lang="grc">Ἀβουρτίῳ</foreign> editi antiqi.</note></head><p rend="align(indent)"> Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε·<note xml:lang="eng"><foreign xml:lang="grc">ἐλήλυθε</foreign> tres MSS.</note> καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτῇ</foreign> E, Med.</note> γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτῆς</foreign>om. E.</note> ἀφαιρεθέντων τῶν<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν</foreign>om. E.</note> πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι,<note xml:lang="eng"><foreign xml:lang="grc">καταπεπτώκασι</foreign> editi antiqi.</note> καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνεποίησε</foreign> E.</note> τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">γενέσθαι</foreign> E.</note> τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι ; ἢ τίνος συμπαθὲς<note xml:lang="eng"><foreign xml:lang="grc">συμπαθεῖς</foreign> E, editi antiqi.</note> ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, <pb n="v.2.p.80"/> ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπίδειξε</foreign> E.</note> πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> editi antiqi.</note> εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν. </p></div></div></body></text></TEI>