Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας τῷ μεγάλῳ Ἀθανασίῳ editi antiqi. Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν ἡμετέραν ἑαυτοῦ editi antiqi. πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέρας ὑμετέρας E. Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν, ἀπολαύσασαν E. καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ οὐχί E. ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ. Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, ἡγήσαντο E. μὴ πυρός, μὴ ὕδατος, μὴ δέ add. E.(supra m 1a). σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν ἀντίδοσιν editi antiqi. οἴσει. Τῇ Ἐκκλησίᾳ Παρνασσοῦ παραμυθητική Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης, καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν, ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα, καὶ μὴ λυπεῖσθαι Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα· οὐ μὴν οὐδʼ ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρᾳ πίονι τὴν ζωὴν καταλύσαντα, καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον. Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι, καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθείη τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετʼ ἐπιστήμης. Ἡγεμόνι Νεοκαισαρείας Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι εἶναι om. E. τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν τὰ σὰ πᾶσιν ἅπασιν E. ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ Ἑλλαδίῳ E, Harl. συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, το μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητι φαιδρότητα E. κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν; Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν. Ἡσυχίῳ Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι, ὅ τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, συμπεριφερόμενος Codex Medicaeus. ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον Τερεντῖνον editi antiqi. ἡμῖν ἐκ παλαιοῦ φιλία. ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ), τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν. Ἀταρβίῳ Αὐταρκίῳ cod. Claromontanus. Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας συκοφαντίας quinque MSS. ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε οὐδέ E. ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν τόν om. E. πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, ἐνδεικνύμενος E. τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ἀγάπης E. ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν τοῦ Θεοῦ add. Harl. τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους. ἐπιδεξαμένους Med. Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τὸν νόμον editi antiqi. τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας εὐθηνίας editi antiqi. ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.