<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="51"><head rend="align(center)">Βοσπορίῳ ἐπισκόπῳ<note xml:lang="eng"><foreign xml:lang="grc">βοσπορίῳ ἐπισκόπῳ κατὰ συκοφάντων</foreign> C, D.</note></head><p rend="align(indent)"> Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν<note xml:lang="eng"><foreign xml:lang="grc">κατέχεαν</foreign> A, C, D, F (corr. to <foreign xml:lang="grc">κατέχεαν</foreign>).</note> μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνος<note xml:lang="eng"><foreign xml:lang="grc">ἄϋπνον</foreign> A, C, D, E.</note> διαμεῖναι· οὕτω μέσης ἥψατό μου <pb n="v.1.p.322"/> τῆς καρδίας ἡ λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸς<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς</foreign> A, C, D.</note> ψευδολογίαν εὐκόλοις παραπεσών.<note xml:lang="eng"><foreign xml:lang="grc">περιπεσών</foreign> C, D.</note> ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιτρέψαντας</foreign> A; <foreign xml:lang="grc">ἐπιρίψαντας</foreign> C, D, E; <foreign xml:lang="grc">ἐπιτρέψαντας</foreign> fr. <foreign xml:lang="grc">ἐπιρίψαντας</foreign> F.</note> τῷ Κυρίῳ, ὃς οὐ περιόψεται<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ περιόψεται ... ἀπιστεῖν τῷ Κυρίῳ</foreign>om. C, D.</note> ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο.</p><p rend="align(indent)"> Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν.<note xml:lang="eng"><foreign xml:lang="grc">κατήνεγκαν</foreign> C, D.</note> ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει;<note xml:lang="eng"><foreign xml:lang="grc">ποίᾳ προφάσει</foreign> fr. <foreign xml:lang="grc">ποίας προφάσεως</foreign> alia m. F.</note> ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτῶν</foreign> E, F.</note> καὶ τοῦτο προστραγῳδήσουσιν,<note xml:lang="eng"><foreign xml:lang="grc">προστραγῳδήσωσιν</foreign> A.</note> ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον <pb n="v.1.p.324"/> ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον<note xml:lang="eng"><foreign xml:lang="grc">ἐλεύθερον</foreign> C, D.</note> τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα<note xml:lang="eng"><foreign xml:lang="grc">ἦν</foreign> add. A. C, D.</note> τοῦ ἀνδρὸς<note xml:lang="eng"><foreign xml:lang="grc">ἦν</foreign> add. F.</note> ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν.</p><p rend="align(indent)"> Περὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">Περὶ</foreign><foreign xml:lang="grc">μὴ</foreign> C, D.</note> μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές̓ ἐλυπήθην<note xml:lang="eng"><foreign xml:lang="grc">ἐλυπήθημεν</foreign> A, C, D.</note> ἐπʼ αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον<note xml:lang="eng"><foreign xml:lang="grc">Γεώργινον</foreign> C, D.</note> ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφʼ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι <pb n="v.1.p.326"/> καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ,<note xml:lang="eng"><foreign xml:lang="grc">γραμματίῳ</foreign> A.</note> μηδὲν δὲ ἐπʼ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως προελέσθαι, μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν</foreign>om. C, D.</note> τριακοσίων δεκαοκτώ,<note xml:lang="eng"><foreign xml:lang="grc">δέκα καὶ ὀκτὼ</foreign> C, D, F.</note> τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ ... ταύτῃ</foreign>om. C, D.</note> λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι,<note xml:lang="eng"><foreign xml:lang="grc">ὡς καὶ ... ἐπίστασαι</foreign>om. A, B, C.</note> προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι.</p><p rend="align(indent)"> Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον<note xml:lang="eng"><foreign xml:lang="grc">ἀθέμιτον</foreign>om. C, D.</note> εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλʼ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παῤῥησίας. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="52"><head rend="align(center)">Κανονικαῖς.<note xml:lang="eng"><foreign xml:lang="grc">Κανονικαῖς περὶ τοῦ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί</foreign> E, F.</note></head><p rend="align(indent)"> Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ<note xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign>om. A, B, C, D.</note> τῆς εὐλαβείας <pb n="v.1.p.328"/> ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθει<note xml:lang="eng"><foreign xml:lang="grc">προσεπετίθει</foreign> A, B, F.</note> δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ.<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς δικαίας</foreign> A, B, C, D, F.</note> ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου.<note xml:lang="eng"><foreign xml:lang="grc">βεβαιωσαμένου</foreign> A, B, C, D.</note></p><p rend="align(indent)"> Ὃς ἐν οἷς τὸ<note xml:lang="eng"><foreign xml:lang="grc">τὰ</foreign> E, F.</note> καθʼ ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">παντάπασίν</foreign><foreign xml:lang="grc">πάντα μαθεῖν</foreign> C, D.</note> ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. τὸ μὲν γὰρ πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον ὡς<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> E.</note> αὐθαδείας γέμον, τὸ δὲ πάλιν ὑφʼ ἑτέρων διαβληθεῖσαν <pb n="v.1.p.330"/> αὐτὴν ὕποπτον ἔχειν, τοῦτό<note xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign> add. B. F; <foreign xml:lang="grc">δὴ</foreign> add. A. C, D.</note> πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον.<note xml:lang="eng"><foreign xml:lang="grc">εὔσημον</foreign> MSS.; <foreign xml:lang="grc">εὔηχον</foreign> (<q type="gloss">well-sounding</q>; i.e., <q type="translation">as not being a happy term</q>) editi.</note> ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπʼ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπʼ αὐτοῦ νομισμάτων ἔχει<note xml:lang="eng"><foreign xml:lang="grc">ἔχειν</foreign> C, D.</note> τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδʼ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα.</p><p rend="align(indent)"> Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι,<note xml:lang="eng"><foreign xml:lang="grc">γεγεννῆσθαι</foreign> D.</note> <pb n="v.1.p.332"/> οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει<note xml:lang="eng"><foreign xml:lang="grc">ἁρμώσει</foreign> F.</note> καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος,<note xml:lang="eng"><foreign xml:lang="grc">ἑκάτερον</foreign> E.</note> ὁμοούσιον εἶπαν<note xml:lang="eng"><foreign xml:lang="grc">εἴποιεν ἂν</foreign> E.</note> δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.</p><p rend="align(indent)"> Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.</p><p rend="align(indent)"> Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς <pb n="v.1.p.334"/> θείας γεννήσεως ὁ τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι,<note xml:lang="eng"><foreign xml:lang="grc">ὅτι</foreign>om. E.</note> ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν.</p><p rend="align(indent)"> Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε<note xml:lang="eng"><foreign xml:lang="grc">βαπτίζεται</foreign> F.</note> εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁ δὲ προτιθεὶς<note xml:lang="eng"><foreign xml:lang="grc">προθεὶς</foreign> A, B; <foreign xml:lang="grc">προτιθεὶς τοῦ</foreign> F.</note> Υἱοῦ, ἢ πρεσβύτερον<note xml:lang="eng"><foreign xml:lang="grc">εἶναι</foreign> add. A. B, F alia m.</note> λέγων Πατρός, οὗτος<note xml:lang="eng"><foreign xml:lang="grc">οὕτως</foreign> E.</note> ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίαν<note xml:lang="eng"><foreign xml:lang="grc">κενοφωνίαν</foreign> A, B, C, F.</note> εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ·<note xml:lang="eng"><foreign xml:lang="grc">γάρ</foreign>om. A, B.</note> Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ <pb n="v.1.p.336"/> Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν<note xml:lang="eng"><foreign xml:lang="grc">κατάγειν</foreign> E, F.</note> καὶ ὑπερτιθέναι αὐτὸ ἢ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">αὐτὸ ἢ</foreign><foreign xml:lang="grc">αὐτὸ</foreign> A, B; <foreign xml:lang="grc">αὐτοῦ</foreign> C, D.</note> Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον ἢ κατὰ τὴν τάξιν.</p><p rend="align(indent)"> Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν<note xml:lang="eng"><foreign xml:lang="grc">εὕρωμεν</foreign> C, D.</note> τινα παρʼ ὑμῶν πληροφορίαν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="53"><head rend="align(center)">Χωρεπισκόποις.<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸς τοὺς ὑφ’ ἑαυτὸν ἐπισκόπους, ὥστε μὴ χειροτονεῖν ἐπὶ χρήμασιν</foreign> A, B, C, D.</note></head><p rend="align(indent)"> Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι<note xml:lang="eng"><foreign xml:lang="grc">διάτι</foreign> A, B, C, D, E, F.</note> μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. τὸ οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">γοὖν</foreign> E.</note> περὶ αὐτοῦ γράμμα ὁ μὲν <pb n="v.1.p.338"/> συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον,<note xml:lang="eng"><foreign xml:lang="grc">φυλακτήριον</foreign> E.</note> ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφʼ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> C, D.</note> ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν.</p><p rend="align(indent)"> Τί δέ ἐστιν ὃ λέγω; φασί<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">φασί τινας</foreign><foreign xml:lang="grc">φασί τινες τινὰς</foreign> A, B, E, F.</note> τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. τοῦτο δὲ χεῖρόν ἐστιν. ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτός</foreign> B.</note> τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀγαθῷ</foreign> E.</note> συνεργῷ. ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον,<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ ἀργύριον</foreign>om. A, B.</note> ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σύν σοι εἴη εἰς ἀπώλειαν. κουφότερος γὰρ ὁ δι’ ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. πρᾶσις γὰρ ἐγένετο, καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ ἐκκλησίᾳ, ἔνθα<note xml:lang="eng"><foreign xml:lang="grc">ἐὰν</foreign> C, D, E.</note> πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. ταῦτα οὕτω γίνεσθαι οὐ<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign>om. E.</note> χρή. ὃ δέ ἐστι<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> add. A. B, C, D, F.</note> τέχνασμα, λέγω· νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ<note xml:lang="eng"><foreign xml:lang="grc">ἅμα</foreign> add. A. B.</note> προλαμβάνειν,<note xml:lang="eng"><foreign xml:lang="grc">προσλαμβάνειν</foreign> B.</note> ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀλλὰ μετὰ ... λαμβάνειν</foreign>om. B.</note> λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν.</p><pb n="v.1.p.340"/><p rend="align(indent)"> Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε·<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποθέσθαι</foreign> A, B.</note> καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ<note xml:lang="eng"><foreign xml:lang="grc">ἅγια</foreign> A, B, C, D, F.</note> μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας,<note xml:lang="eng"><foreign xml:lang="grc">παρακαλῶ</foreign> add. C. D.</note> εἶτα ὡς πεισθεὶς ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι<note xml:lang="eng"><foreign xml:lang="grc">τι</foreign>om. E.</note> τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων<note xml:lang="eng"><foreign xml:lang="grc">μυστηρίων</foreign> E.</note> ἀναχωρήσει,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀναχωρίσει</foreign> C.</note> ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν<note xml:lang="eng"><foreign xml:lang="grc">βοήθειαν</foreign> E.</note> οὐκ ἔχομεν.</p><p rend="align(indent)"> Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸ<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸ</foreign>om. A, B, C, D, E.</note> τοῦ Χριστοῦ τιμήσητε<note xml:lang="eng"><foreign xml:lang="grc">προτιμήσητε</foreign> A, B, C, D, E.</note> τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες<note xml:lang="eng"><foreign xml:lang="grc">προδιδόντες</foreign> A, B, C, D.</note> δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται. </p></div><pb n="v.1.p.342"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="54"><head rend="align(center)">Χωρεπισκόποις.<note xml:lang="eng"><foreign xml:lang="grc">χωρεπισκόποις ὥστε μὴ γίνεσθαι χωρὶς αὐτῶν ὑπηρέτας παρὰ τοὺς κανόνας</foreign> A, B, C, D.</note></head><p rend="align(indent)"> Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπελήλατο</foreign> B.</note> καὶ φοβοῦμαι<note xml:lang="eng"><foreign xml:lang="grc">δέδοικα</foreign> C, D.</note> μὴ κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων <pb n="v.1.p.344"/> δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν.</p><p rend="align(indent)"> Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. ἔπειτα καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισαγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθʼ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign>om. A, B, C, D.</note> θυσιαστηρίου<note xml:lang="eng"><foreign xml:lang="grc">θυσιαστηρίων</foreign> C, D.</note> οὐδὲ εἶς,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οὐδὲ εἷς</foreign><foreign xml:lang="grc">οὐδεὶς</foreign> A, B, C, D.</note> ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις.</p><p rend="align(indent)"> Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προΐον, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. ἔχετε δὲ καὶ αὐτοὶ παρʼ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρʼ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν <pb n="v.1.p.346"/> εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν. ἄνωθεν δὲ γένηται αὐ̣̣̔̓ παρʼ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετἕ̣̣̓ ψήφῳ παραδεχθήτωσαν. ἐπικαθαρίσατε<note xml:lang="eng"><foreign xml:lang="grc">Ἐπεὶ καθαρίσατε</foreign> C, D, F.</note> τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες. καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους κἁ̣̣̓ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμ̣̣̔̓ ἐπανενεγκεῖν·<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνενεγκεῖν</foreign> C, D.</note> ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="55"><head rend="align(center)">Παρηγορίῳ πρεσβυτέρῳ.<note xml:lang="eng">Sic E, F (sed <foreign xml:lang="grc">Γρηγορίῳ</foreign> prima manu); <foreign xml:lang="grc">Γρηγορίῳ πρεσβυτέρῳ χωρισθῆναι τοῦ συνοίκου γυναίου</foreign> A, B, C, D.</note></head><p rend="align(indent)"> Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσἡ̣̣̓ μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε,<note xml:lang="eng"><foreign xml:lang="grc">ὦ Γρηγόριε</foreign> A, B, C, D.</note> ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma"> τὸν ἐξενεχθέντα κανόνα</foreign><foreign xml:lang="grc">τὸν κανόνα τὸν ἐξενεχθέντα</foreign> A, B, C, D.</note> παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ <pb n="v.1.p.348"/> συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸς<note xml:lang="eng"><foreign xml:lang="grc">γυναικῶν</foreign> A, B, C, D.</note> διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ταῖς</foreign> A, B, C, D.</note> γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. </p><p rend="align(indent)"> Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> add. A. B, C, D.</note> ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ<note xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> B, C, D; <foreign xml:lang="grc">εἰς</foreign> editi.</note> σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει.<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπάρξει</foreign> A, B, C, D.</note> τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου.</p><p rend="align(indent)"> Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign>om. C.</note> τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma"> σεαυτῷ μὴ ἀνεχομένῳ</foreign><foreign xml:lang="grc">σεαυτοῦ μὴ ἀνεχομένου</foreign> A, B; <foreign xml:lang="grc">σεαυτὸν μὴ ἀνεχόμενον</foreign> F.</note> μὴ ἀνεχομένῳ <pb n="v.1.p.350"/> ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλε<note xml:lang="eng"><foreign xml:lang="grc">ἔκβαλε</foreign> A, C, D, F.</note> τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> C, D.</note> βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς,<note xml:lang="eng"><foreign xml:lang="grc">ποιήσας</foreign> B.</note> αἱ μυριάδες, ἅσπερ<note xml:lang="eng"><foreign xml:lang="grc">ἅσπερ</foreign> MSS., <foreign xml:lang="grc">ἅπερ</foreign> editi.</note> συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῦ</foreign> E.</note> ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται. </p></div></div></body></text></TEI>