<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="46"><head rend="align(center)">Πρὸς παρθένον ἐκπεσοῦσαν</head><p rend="align(indent)"> Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ <pb n="v.1.p.284"/> τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τοὺς τετραυματισμένους</foreign><foreign xml:lang="grc"> τὸ σύντριμμα</foreign> E.</note> θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλʼ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τοσοῦτον</foreign><foreign xml:lang="grc">τηλικοῦτον</foreign> E; <foreign xml:lang="grc">τοιοῦτον</foreign> C, D.</note> πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ  σῶμα</foreign> E.</note> πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ψυχῆς</foreign> B, D.</note>συμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα.</p><p rend="align(indent)"> Ἦ μεγάλα ἂν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἂν</foreign><foreign xml:lang="grc">γ’ ἂν</foreign> E.</note> στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες,<note xml:lang="eng"><foreign xml:lang="grc">βλέποντες</foreign> A, C, D, E.</note> οἵ γε<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οἵ γε</foreign><foreign xml:lang="grc">οἳ καὶ</foreign> E.</note> ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι· Πᾶς ὁ ἐμβλέπων<note xml:lang="eng"><foreign xml:lang="grc">ἐμβλέψας</foreign> E; <foreign xml:lang="grc">βλέπων</foreign> A.</note> γυναικὶ<note xml:lang="eng"><foreign xml:lang="grc">γυναῖκα</foreign> A, C, D.</note> πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς,<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτὴν</foreign> A, C, D, E.</note> ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός.<note xml:lang="eng"><foreign xml:lang="grc">ἧς ... ὁ Χριστός</foreign>om. C, D, E.</note> στενάξειε<note xml:lang="eng"><foreign xml:lang="grc">στενάξειαν</foreign> C, D, E.</note> δʼ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα·<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">πνεύματα</foreign><foreign xml:lang="grc">τάγματα</foreign> C, D.</note> Φινεὲς <pb n="v.1.p.286"/> μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος·<note xml:lang="eng"><foreign xml:lang="grc">μίσος</foreign> C.</note> ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παῤῥησίαν· τάχα δὲ μᾶλλον,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τάχα δὲ μᾶλλον</foreign><foreign xml:lang="grc">μᾶλλον δὲ</foreign> A, B, C, D.</note> εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον ὁ Ἰωάννης<note xml:lang="eng"><foreign xml:lang="grc">ὁ Ἰωάννης</foreign>om. A, B, C, D.</note> ἢ περὶ τῆς Ἡρωδιάδος τότε· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ γάρ, εἰ τὸ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καὶ γάρ, εἰ τὸ</foreign><foreign xml:lang="grc">τὸ μὲν γὰρ</foreign> C, D.</note> σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καὶ</foreign><foreign xml:lang="grc">κἂν</foreign> C, D.</note> ἡ γλῶσσα<note xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign> add. C. D.</note> σιγᾷ, ἀλλʼ Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα; </p><p rend="align(indent)"> Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">συναφείας</foreign><foreign xml:lang="grc">κοινωνίας</foreign> A, B, C, D.</note> τὸν ζυγὸν ἀποῤῥίψασα,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπορρήξασα</foreign> C, D.</note> καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπειδὴ</foreign> E.</note> οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποφύγῃς</foreign> E.</note> οὐδέ τίς ἐστί<note xml:lang="eng"><foreign xml:lang="grc">ἐστί</foreign>om. E.</note> σοι τρόπος οὐδὲ<note xml:lang="eng"><foreign xml:lang="grc">τρόπος οὐδὲ</foreign> om. E.</note> μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, <pb n="v.1.p.288"/> ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα.</p><p rend="align(indent)"> Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἔτι</foreign><foreign xml:lang="grc">ἄρτι ἢ τότε</foreign> A, B, C, D.</note> καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας·<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ κράτος</foreign> add. A. B, C, D.</note> καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκείνης</foreign> A, B, C, D.</note> μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως<note xml:lang="eng"><foreign xml:lang="grc">φιλοτίμως</foreign> E.</note> ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος· μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ᾠδῶν</foreign> A, C, D, E; <foreign xml:lang="grc">ὁδῶν</foreign> B et editi.</note> πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ ἀμιάντου</foreign>om. A, B, C, D.</note> κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ <pb n="v.1.p.290"/> καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι.<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ καλῶς ... τηρηθῆναι</foreign>om. A, B, C, D.</note></p><p rend="align(indent)"> Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ὴθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">πόσα δὲ</foreign><foreign xml:lang="grc">ποσάκις</foreign> E.</note> γράμματα πρὸς τοὺς ἁγίους<note xml:lang="eng"><foreign xml:lang="grc">πολλάκις</foreign> add. A. B, C, D.</note> ἐχάραξας, δι’ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης<note xml:lang="eng"><foreign xml:lang="grc">ταύτης</foreign>om. B.</note> φθορᾶς, ἐπιτύχῃς, ἀλλʼ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις<note xml:lang="eng"><foreign xml:lang="grc">πόσα</foreign> A, B, C, D.</note> δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς δι’ ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἀερίου</foreign><foreign xml:lang="grc">ἀέρος τοῦ</foreign> C, D.</note> πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign>om. A, B, C, D.</note> λιπαίνει <pb n="v.1.p.292"/> σὸν φάρυγγα, ὕστερον δὲ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">δὲ</foreign><foreign xml:lang="grc">μέντοι</foreign> A, B, C, D.</note> πικρότερον χολῆς εὑρήσεις.</p><p rend="align(indent)"> Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀθανάτου</foreign> add. A. B, C, D.</note> ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος, καὶ ὁ νέος οὗτος ὑφʼ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον<note xml:lang="eng"><foreign xml:lang="grc">μητρῷον</foreign> A, B, C, D.</note> οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ <pb n="v.1.p.294"/> μοι. ἐγὼ μὲν γάρ σε<note xml:lang="eng"><foreign xml:lang="grc">σε</foreign>om. C, D.</note> ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ<note xml:lang="eng"><foreign xml:lang="grc">ποτὲ</foreign>om. E.</note> τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">ταῖς πνευματικαῖς</foreign> A, B, C, D.</note> ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀεὶ</foreign>om. E.</note> τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνʼ ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων,<note xml:lang="eng">in A, B, C, D, legitur post <foreign xml:lang="grc">φθείρει</foreign>.</note> Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν<note xml:lang="eng"><foreign xml:lang="grc">εὐχῶν</foreign> A, B, C, D.</note> μου<note xml:lang="eng"><foreign xml:lang="grc">μου</foreign>om. A, B, C, D.</note> προσετίθουν<note xml:lang="eng"><foreign xml:lang="grc">προσετίθην</foreign> E; <foreign xml:lang="grc">περιετίθουν</foreign> C, D.</note> ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου<note xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign> A, B, C, D.</note> τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῶν</foreign>om. A, B, C, D, E.</note> Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν<note xml:lang="eng"><foreign xml:lang="grc">πικρότερον</foreign> E.</note> ἐξέβη <pb n="v.1.p.296"/> τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένειν<note xml:lang="eng"><foreign xml:lang="grc">πενθεῖν</foreign> E.</note> ἀνάγκη πάλιν ἐφʼ ᾗ<note xml:lang="eng"><foreign xml:lang="grc">οἷς</foreign> C, D.</note> ἔδει με χαίρειν. ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν<note xml:lang="eng"><foreign xml:lang="grc">σιγᾶν</foreign> E.</note> οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ φλεγόμενον</foreign>om. A, B, C, D.</note> ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης.</p><p rend="align(indent)"> Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ ἡ δόξα<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτῆς, καὶ ἡ δόξα</foreign>om. A, B, C, D.</note> ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν ὁ Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν ἁγίων</foreign> A, B, C, D.</note> ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ <pb n="v.1.p.298"/> ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ.<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς τὴν ἀνομίαν</foreign> A, B, C, D.</note> ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὀφελεθήσεται.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξ οὗ οὐκ ὀφελεθήσεται</foreign>om. A, B, C,D, E.</note></p><p rend="align(indent)"> Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου<note xml:lang="eng"><foreign xml:lang="grc">Κυρίου</foreign>om. E.</note> τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; ἢ<note xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign>om. A, B, C, D.</note> ποῖος λῃστὴς ἐπὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐπὶ</foreign><foreign xml:lang="grc">εἰς</foreign> E.</note> τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατʼ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπʼ αἰῶνος ἤκουσται<note xml:lang="eng"><foreign xml:lang="grc">ἤκουσεν</foreign> E; <foreign xml:lang="grc">ἠκούσθη</foreign> A, B, C, D.</note> ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας;<note xml:lang="eng"><foreign xml:lang="grc">τολμήσαντα</foreign> E.</note> ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν <pb n="v.1.p.300"/> Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας;<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνυβρίσας</foreign> A, B, C, D.</note> ἀλλʼ ἐβούλετο, φησίν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν.<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτήν</foreign>om. A, B, C, D.</note> καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος ἡ Αἰγυπτία<note xml:lang="eng"><foreign xml:lang="grc">ἡ Αἰγυπτία</foreign>om. C, D.</note> αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλʼ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη.<note xml:lang="eng"><foreign xml:lang="grc">διεφθάρη</foreign> C, D.</note> καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλʼ οὐαὶ δι’ οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλʼ οὐαὶ δι’ οὗ ἔρχεται.<note xml:lang="eng"><foreign xml:lang="grc">ἔρχονται</foreign> C, D.</note></p><p rend="align(indent)"> Ἐπὶ τούτοις, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">διὰ τί</foreign><foreign xml:lang="grc">διότι</foreign> A, B.</note> ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">χρηστοῦ</foreign> C, D.</note> τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ <pb n="v.1.p.302"/> ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; ἦ καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων<note xml:lang="eng"><foreign xml:lang="grc">ἁμαρτιῶν</foreign> E.</note> δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς<note xml:lang="eng"><foreign xml:lang="grc">ὑποστροφῆς</foreign> E.</note> ὑποδείγματα, τὴν δραχμήν,<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> add. E.</note> τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν<note xml:lang="eng"><foreign xml:lang="grc">πάλον</foreign>om. A, B, C, D.</note> ἀναζήσαντα. τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι,<note xml:lang="eng"><foreign xml:lang="grc">βοηθήμασι</foreign> A, B, C, D.</note> διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα.</p><p rend="align(indent)"> Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις),<note xml:lang="eng"><foreign xml:lang="grc">μιώσεις</foreign> E.</note> καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην,<note xml:lang="eng"><foreign xml:lang="grc">προμαστιγουμένην</foreign> C, D.</note> καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν,<note xml:lang="eng"><foreign xml:lang="grc">ὑποστρέφουσαν</foreign> C, D.</note> καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ <pb n="v.1.p.304"/> κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται<note xml:lang="eng"><foreign xml:lang="grc">ἀναστήσονται</foreign> E.</note> οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψιν<note xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign> add. E.</note> ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐθεώρουν, φησίν</foreign><foreign xml:lang="grc">ὅτι φησὶν ἐθεώρουν</foreign> E.</note> ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκαθέζετο</foreign> A, B, C, D.</note> καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς<note xml:lang="eng">Sic MSS.</note> χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ.<note xml:lang="eng">Sic MSS.</note> κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα<note xml:lang="eng"><foreign xml:lang="grc">τὰ πάντα</foreign>om. A, B.</note> ἀθρόως<note xml:lang="eng"><foreign xml:lang="grc">φανερῶς</foreign> E.</note> εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς<note xml:lang="eng"><foreign xml:lang="grc">κλαθμὸς</foreign> E.</note> καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ <pb n="v.1.p.306"/> δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκδῦναι</foreign> C.</note> τὰ πικρὰ κολαστήρια.</p><p rend="align(indent)"> Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν,<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοὺς</foreign> E.</note> ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτῷ</foreign>om. C, D.</note> καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.<note xml:lang="eng"><foreign xml:lang="grc">Δεῦτε πρός με ... ἀναπαύσω ὑμᾶς</foreign>om. A, B, C, D, E.</note> ἔστιν οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">οὖν</foreign>om. MSS.</note> ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής.<note xml:lang="eng"><foreign xml:lang="grc">ὃς οὐδὲ ... ἕτοιμος ἐλευθερωτής</foreign>om. A, B, C, D, E.</note> ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί <pb n="v.1.p.308"/> σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος<note xml:lang="eng"><foreign xml:lang="grc">τίς οὖν... αὐτοῦ βοῶντος</foreign>;om. C, D, E.</note>; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλός, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι<note xml:lang="eng"><foreign xml:lang="grc">βαστάξαι</foreign> A, B.</note> τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός.</p><p rend="align(indent)"> Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου,<note xml:lang="eng"><foreign xml:lang="grc">σου</foreign>om. A, B.</note> καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> E.</note> θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας<note xml:lang="eng"><foreign xml:lang="grc">ὑποστρέψαντας</foreign> C, D.</note> ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμέρας</foreign> D.</note> καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνθρώπῳ</foreign> E.</note> μετανοοῦντι. κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ<note xml:lang="eng"><foreign xml:lang="grc">σώτηρ</foreign> B.</note> ὑπὲρ <pb n="v.1.p.310"/> σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="47"><head rend="align(center)">Γρηγορίῳ ἑταίρῳ<note xml:lang="eng"><foreign xml:lang="grc">Γρηγορίῳ ἑταίρῳ περὶ τῆς κοιμήσεως Εὐσεβίου τοῦ ἐπισκόπου· καὶ ὅτι ἔχει πρὸ ὀφθαλμῶν τὸν εἰς τὴν ἐπισκοπὴν ἐπιτήδειον</foreign> E, etiam in Codicibus Vat. et Med.</note></head><p rend="align(indent)"> Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ τόν τε πόθον ὃν ἔχω ἐφʼ ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι, καὶ δι’ ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρός, μή ποτε οἵ ποτε ἐφεδρεύοντες τῇ ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, <pb n="v.1.p.312"/> καιροῦ νῦν<note xml:lang="eng"><foreign xml:lang="grc">νῦν</foreign>om. A, B.</note> λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρʼ ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι, καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν ἐκκλησίων πεποιήκασιν. ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης, καὶ τῆς ὀρθῆς πίστεως, καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν ἐκκλησίων τοῦ Θεοῦ.</p><p rend="align(indent)"> Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν ἐκκλησίων καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι, κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθʼ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα, καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ. </p></div><pb n="v.1.p.314"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="48"><head rend="align(center)">Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων<note xml:lang="eng"><foreign xml:lang="grc">Εὐσεβίῳ ἐπισκόπῳ</foreign> E, F; <foreign xml:lang="grc">τῷ αὐτῷ περὶ Δημοφίλου</foreign> A, B; <foreign xml:lang="grc">τῷ αὐτῷ ἀπολογία διὰ τὸ βαρὺ τοῦ χειμῶνος καὶ περὶ Δημοφίλου ἐπισκόπου μετανοεῖν φημιζομένου</foreign> C, D.</note></head><p rend="align(indent)"> Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξαν<note xml:lang="eng"><foreign xml:lang="grc">κατέστηξαν</foreign> C.</note> τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον<note xml:lang="eng"><foreign xml:lang="grc">σμικρότατον</foreign> C, D, E, F.</note> προκύπτειν τῶν δωματίων<note xml:lang="eng"><foreign xml:lang="grc">δωμάτων</foreign> E.</note> ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθέντας<note xml:lang="eng"><foreign xml:lang="grc">καταχωσθέντες</foreign> A, B, C, D; <foreign xml:lang="grc">καταχωσθέντο</foreign> (s fr. as rasura) F.</note> δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν<note xml:lang="eng"><foreign xml:lang="grc">Καππαδοκῶν ἦθος</foreign> C, D.</note> καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.</p><p rend="align(indent)"> Ἡ δὲ Κωνσταντινούπολις<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">Ἡ δὲ Κωνσταντινούπολις</foreign><foreign xml:lang="grc">Κωνσταντινούπολις δὲ</foreign> C, D.</note> ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">πολὺν ἤδη χρόνον</foreign><foreign xml:lang="grc">πολὺς ἤδη χρόνος</foreign> C, D.</note> ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπαγγέλλουσι</foreign> F.</note> καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί <pb n="v.1.p.316"/> σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται,<note xml:lang="eng"><foreign xml:lang="grc">θρυλεῖται</foreign> A, B, E, F.</note> ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμετέρας</foreign> E.</note> ἐξόδου, πολλὰ μὲν εἶπον<note xml:lang="eng"><foreign xml:lang="grc">εἶπαν</foreign> F.</note> λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα.<note xml:lang="eng"><foreign xml:lang="grc">σχῆμα</foreign> E.</note> εἰ μὲν οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">οὖν</foreign>om. C, D.</note> τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα.</p><p rend="align(indent)"> Ἡ δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="49"><head rend="align(center)">Ἀρκαδίῳ ἐπισκόπῳ</head><p rend="align(indent)"> Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς</foreign> C, D, E; <foreign xml:lang="grc">τὴν</foreign> edd.</note> εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> C.</note> τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι <pb n="v.1.p.318"/> τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὑπρέπειαν οίκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="50"><head rend="align(center)">Ἰννοκεντίῳ ἐπισκόπῳ<note xml:lang="eng"><foreign xml:lang="grc">ἰνοκεντίῳ ἐπισκόπῳ Ῥώμης</foreign> C, D, E.</note></head><p rend="align(indent)"> Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν ἢ τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι Ἐκεῖ εἰμὶ ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλʼ Ὡς ὁ διακονῶν; κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν <pb n="v.1.p.320"/>  ἡμῶν τὰς ψυχάς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι.</p><p rend="align(indent)"> Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα. </p></div></div></body></text></TEI>