Βασίλειος Ἰουλιανῷ πρὸς ταῦτα Sic E; βασίλειος Ἰουλιανῷ παραβάτῃ πρὸς ταῦτα F; βασίλειος πρὸς ταῦτα τῷ παραβάτῃ C, D. Μικρά σου σοι C, D, E. F. τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας, ἧς αὐτὸς ἠρίστευσας καθʼ ἡμῶν, οὐχὶ δὲ καθʼ ἡμῶν, καθ’ ἡμῶν om. C, D. ἀλλὰ καθʼ ἑαυτοῦ. κατὰ σεαυτοῦ C, D, F. ἐγὼ δὲ τρόμῳ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, ὅπερ ἔστι βασιλικὸν πρόβλημα gloss, C, D, E, F, MSS. Jul. στεφάνῳ δὲ τὴν ἄτιμον κεκοσμῆσθαί σου κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἔνδοξον F. ἀλλʼ ἄτιμον καθίστησί σου τὴν βασιλείαν, ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος, ὥς γε φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο, περὶ τὰ τοιαῦτα φορ εἰς τοῦτο F. οὐ μόνον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων φρονεῖν ἤρξω, ἤρξω om. C, D, E. ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα καὶ τιθηνὸν Ἐκκλησίαν ἐνυβρίζειν, ἐπιχειρεῖς add. F. μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον χιλιάδα χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι παρʼ ἐμοῦ. Καὶ ἡ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ ἡ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροι καθ’ ἑκάτερον C, D. δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς. στρατοπαιδευθείς C, D. ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι ἐξαποσταλῆναί σοι om. E, F, MSS. Jul. ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦτα ἡμῶν add. E. F. κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν, χορτασθῆναι F. οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ βραχυτάτῳ C, D. καὶ τῷ ἐξεστηκότι οἴνῳ· ὥστε μὴ ἐκθαμβούμενα ἐκθαμβεῖσθαι C, D, E, MSS. Jul. ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι. Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος ὁ σὸς σὸς om. E, F. περίβλεπτος τριβοῦνος, ὁ γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἢ ἐκείνους μόνους περιποιεῖσθαι οἷς ἡ μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν, ὑμῖν F. ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν. ἐπιχειρεῖς θεραπεύειν ἰατρεύειν ἐπιχειρεῖς F. Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς. Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως, ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἃν κατέγνως om. C, D, E. Πρὸς Χίλωνα τὸν αὐτοῦ μαθητήν In Codice Mazarinaeo ὁμιλία πρὸς etc.; τοῦ αὐτοῦ μεγάλου βασιλείου πρὸς Χείλωνα τὸν ἑαυτοῦ μαθητήν C; in Codice Regio 2895 haec leguntur: τινὲς τὸν λόγον τοῦτον τοῦ ἁγίου Νείλου εἶναι λέγουσι . Σωτηρίου πράγματος αἴτιος εὖ add. C. γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης συμβουλευθῆς C. παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς αὐτὸς om. C. παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον μόνῃ C. τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος οἶκον πῦργον C. οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος αὐτοῦ add. C. ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε, τέθεικε C. καὶ οὐκ ἴσχυσεν αὐτὸ add. C. ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ τῷ τὸ τῶν κατορθωμάτων τέλος ἐπειγομένῃ. τοῦτο γὰρ διδάσκει ἡμᾶς τῷ οἰκείῳ C. κατορθώματι. καὶ γὰρ γὰρ om. C. ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς βουλόμενος ἡμᾶς om. C. μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις προβεβιωμένοις βεβαιουμένοις ἡμῖν C. ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω πρόσω om. C. προκόπτειν, λέγει· λέγων C. Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω διώκων C. ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ χθιζοῦ C. κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ. Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ εἰς C. τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν, ἔμπροσθεν om. C. ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ὅτι add. C. ζήσεται ζωῇ C. ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ τῆς ἐν στιγμῇ τῆς στιγμῆς τῆς C. ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς ἐκ τῆς om. C. γυναικομανίας γυναικομανίαις C. εἰς εἰδωλολατρίαν αὐτοῦ τούτου C. ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν τὴν om. C. τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ τῆς C. κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ Κυρίῳ C. ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἔστω om. C. ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ ὁ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ. Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν τοῖς ὀφθαλμοῖς ... νυσταγμὸν om. C σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ μηδὲ εἰ μὴ C. θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς. κρεῖσσον γὰρ ἡ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ ἑαυτοῦ C. πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς ὑπομονικός C. πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός. Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἔσο C. ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται προσγίνεται C. ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος. φησὶ γάρ... ἑαυτῷ ὄφελος om. C. μὴ ἔσο φιλενδείκτης, φιλεκδημητής C. περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία ἀλλʼ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως. Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. ἀγαπήσῃς C. ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι ὑποστρέφεσθαι C. θέλεις; εἰ δὲ ἃ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς σνγγενεῖς σου, παραβάτην σεαυτὸν ἑαυτὸν C. καθιστᾷς. συνιστᾶς C. μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ ἐκ καὶ C. τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως, ἀμερίστως C. τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος. Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα μάλιστα μάθε τὰ C. τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, καὶ οὐδὲν κοινὸν δι’ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ ἐκεῖνο C. κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα Ἅπαντα C. γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, φιλάδελφος om. C. ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ἑαυτὸν C. ὑπόδικον φιλοχρηματίας καταστήσῃς. εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ᾧ ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή. Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. ἔθιζε καρτέρει C. τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν διάλυσιν C. ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος, τιθέμενος πειθόμενος C. ἐκδέχου δὲ μᾶλλον add. C. τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο ἀντιπαρατίθει C. τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, διαταγμάτων C. εὐαγγελικῶν νοημάτων ἔκθεσις, ἐκθέσεις C. θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. συντυχίαι... παρεχόντων συντυχία μεγάλην τοῖς συντυγχάνουσιν ἐκ τῆς προσούσης αὐτοῖς τοῦ Πνεύματος χάριτος τὴν ὠφέλειαν παρέχουσα C. σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐνθάδε ἐνταῦθα C. ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ γὰρ δὲ C. ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν. Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί καταρρήσσειν C. σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. καὶ μᾶλλον ὑπεραίρει τὰ κακά om. C. παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. συντυγχανόντων C. πολλοῖς δὲ μετʼ αὐτὸν αὐτοῦ C. συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασάνιζόν μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. τῶν λόγων τὴν ἀρετήν τὸν λόγον C. μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν πάλιν ἀπάτην C. ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, ἁλλομένων ὀχουμένων C. τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ ἰδοὺ om. C. οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, καὶ ταραττομένη om. C. πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα. Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι τοῖς ἀδυνάτοις ἐπαμῦναι τῶν ἀδικούντων τὴν ὁρμὴν ἀνακόψαι δυναμένῳ C. μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν ἑαυτὸν C. προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ἐνώπιον τῶν ἀνθρώπων add. C. ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι’ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ ἐπισκοτήσῃ C. τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί, ἐμοί om. C. ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη; Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον· ὡς στρουθίον γὰρ ἐῤῥύσθην ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή· ἐνταῦθα ἡ οὐρανοφόρος κλῖμαξ, καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι· ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη, καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ ὁ om. C. Χριστὸς ἀνερχόμενος προσηύχετο, ἡμᾶς διδάσκων προσεύχεσθαι. ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος· φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ ἐν μέσῳ μετʼ C. αὐτῶν. ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. ἐνταῦθα διδάσκαλοι καὶ προφῆται οἱ ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος. Ταῦτα τοίνυν τοίνυν οὖν C. ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, βαλλόμενον C. τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον· Ἡσαΐαν... πριζόμενον om. C. τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺς τοῦ C. Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ; ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι, ἀγωνιζόμενος C. ἀνάξιον ἐμαυτὸν ἑαυτὸν C. κρίνας τῶν τοῦ κόσμου καλῶν—πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ. Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος, λογιζόμενος C. καὶ τελῶν αὐτὰ πάντα C. σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε, παρακαλεῖται C. καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε, οἰκοδομοῦντες C. ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερον λέγεται. τὸ γὰρ σήμερον ὃ C. σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν ἑαυτὸν C. σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. τέλος θεῷ ἁγίῳ τῶν ἐπιστολῶν τοῦ μεγάλον βασιλείου add. C. Νουθεσία πρὸς τοὺς νέους Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος, καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. Πρὸς μοναχὸν ἐκπεσόντα Addit Regius 1908, sed manu recentiore, Ἀλέξιον. πρὸς διάκονον ἐκπεσόντ a Cod. Colbert. 457. Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας, τὴν πίστιν ἠθέτησας om. C, D. τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου. Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης· ἀλλʼ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων τῆς βασιλείας ἐξέπεσες. ὁ τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. ὁ ἁγιωσύνην κηρύσσων ἐναγὴς εὑρίσκῃ. ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος συλοχρηματῶν ἐφευρίσκῃ. ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. πῶς σε θρηνήσω; πῶς ἀλγήσω ἐπὶ σοί; πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. πῶς ὁ Ναζιραῖος ὁ ἐκλάμπων ὑπὲρ χρυσίον ἐσκότασεν ὑπὲρ ἀσβόλην; υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; οὗ ἡ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου. ὁ ὀξύνους ὀξέως ἀπώλετο. ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων, καὶ παριστάμενος σκυθρωπός add. C. D. καὶ παρειμένος πάντοθεν, καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων, καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιῤῥίψας, τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι· μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων, ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ· ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. πόθεν ἰαθήσομαι; Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν ᾖ εἰ C, D. δύο σκέλη, ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν τὸν om. C, D. Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πρὸς μονάζοντα ἐκπεσόντα Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας μισαδελφίας E. ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, καταμαλακίζεσθαι μὴ μαλακίζεσθαι E. κακῶς μετατίθησι. διατίθησι C, D. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης ἐπὶ σοὶ κεχυμένης ἐπικεχυμένης B, C, D. αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος στόματος σώματος E. σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ματαίας σου προτέρας E. ἀναστροφῆς, ὅτε σε σοι C, D. περιέῤῥει πλοῦτος καὶ τὸ χαμερπὲς χαμαιρρεπὲς B. δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος πλήθη A, D. καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς τῆς πρὸς B. σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι σοι add. E. F. τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, τὸν ἀθλητικὸν πόνον E. ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. ἐξέκλινες A, B, F. σάκκῳ δὲ τραχεῖ τραχεία A, B. τὸ σῶμά σου σου om. A, B, C, D. διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην, ὑφελκύσας ἐφελκύσας E. τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι κολλᾶσθαι A, F, προς in ras. ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν μέρεσιν A, C, F. ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς ἡ τοῦ γόητος τοῦ γόητος om. E. τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν τοῦτο C, D. σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ἀπήλεγξαν C, D. ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας προσφευγούσας F. ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένως παρατετηρημένος C, D. τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν περισσὸν δὲ C, D, E. τῷ διαβόλῳ προσνενέμηται. προσνέμων C, D, F; προσνέμειν A. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου τούτου τοῦ κόσμου F. ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς τὸ τῆς τὰς A, E, F. Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς εἰς om. C, D. τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. φεῦγε φύγε E, F. μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη γλυώδη A, E, F (in marg. γελοιώδη ); γελοιώδη C. ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ ἀρνήσῃ E. τὸν τοῦ κόσμου Σωτῆρα, μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.