Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, δι’ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν· οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός. Βασιλείῳ Ἀπολινάριος Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασιλείῳ, Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; τί δὲ οὐ παρὼν ἀμύνεις, ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος, καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; σὲ δέ, οὐδʼ ὅπως ἂν ζητήσωμεν, ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. ἀλλʼ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες, ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν· οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρησα. ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δέ, ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπʼ Αἰγύπτου, καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν, τοῖς τε θείοις αὐτοῖς, καὶ τοῖς καθʼ ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. ἀναγκαία δὲ ἦν ἡ μετʼ ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν, ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες. ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις, ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατʼ οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατʼ οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως ὀνομασθέν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστί, τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος, ὡς ὑπὸ τῶν πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι, ὡς τὸν σπουδαιότατον, ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδʼ αὐτὸς οὐδαμόθεν γράφει, οὐδὲ σημαίνει καθάπαξ οὐδέν; ἔρρωσο, δέσποτα ποθεινότατε. Βασίλειος τῷ μεγάλῳ βασιλεῖ Θεοδοσίῳ Πάθος ἀπήντησε τῇ καθʼ ἡμᾶς χώρᾳ, οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλʼ ἐξ ὑδάτων ἐπιρρύσεως. πόθεν δὲ τοῦτο, δηλώσω. γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθʼ ἡμᾶς λίμνῃ. μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμόν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ Ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον ἢ τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι’ ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. πολὺς οὖν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.