Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ, Βασίλειος. πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες οἷς τε ὑπισχνοῦ. νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες, καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες, τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι, ὅπως τε οἱ πατέρες αὐτῷ ἐχρήσαντο, καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον. τὸν γὰρ ἐπιούσιον ἄρτον, καὶ τὸν λαὸν τὸν περιούσιον, καὶ εἴ τι τοιοῦτον, ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτούς, βαθέως τὴν οὐσίαν διαβάλλοντας, ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διάνοιαν ἔχει, καὶ πῶς ἂν ὑγιῶς λέγοιτο, ἐφʼ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον. πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν εἶναι καθʼ ὑπόθεσιν τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι. ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, ἀγέννητον καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι (διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον), ὅμοιον δὲ κατʼ οὐσίαν ἀκριβῶς ἀπαραλλάκτως, ὀρθῶς ἂν οἶμαι λέγεσθαι. εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας, εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ), τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ὁ ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει. Βασιλείῳ Ἀπολινάριος Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ ὁ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ὁ ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶς ἄρχεται, καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον, ὥσπερ ἐπὶ σωμάτων, ἀλλʼ ἀπογέννησις. οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλʼ ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρί. οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος, οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλʼ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται· βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῷ μείζων μείζονα μὲ ἐν ἰσότητι Coteler. μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱόν, ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱόν, μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι, τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν· ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει, τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες, ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατήρ, ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ, ἄλλος Υἱός, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλʼ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλʼ εἰκών. οὗτος ὁμοούσιος, ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλʼ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέννημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθʼ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα. Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, δι’ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν· οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός. Βασιλείῳ Ἀπολινάριος Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασιλείῳ, Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; τί δὲ οὐ παρὼν ἀμύνεις, ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος, καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; σὲ δέ, οὐδʼ ὅπως ἂν ζητήσωμεν, ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. ἀλλʼ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες, ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν· οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρησα. ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δέ, ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπʼ Αἰγύπτου, καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν, τοῖς τε θείοις αὐτοῖς, καὶ τοῖς καθʼ ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. ἀναγκαία δὲ ἦν ἡ μετʼ ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν, ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες. ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις, ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατʼ οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατʼ οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως ὀνομασθέν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστί, τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος, ὡς ὑπὸ τῶν πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι, ὡς τὸν σπουδαιότατον, ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδʼ αὐτὸς οὐδαμόθεν γράφει, οὐδὲ σημαίνει καθάπαξ οὐδέν; ἔρρωσο, δέσποτα ποθεινότατε. Βασίλειος τῷ μεγάλῳ βασιλεῖ Θεοδοσίῳ Πάθος ἀπήντησε τῇ καθʼ ἡμᾶς χώρᾳ, οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλʼ ἐξ ὑδάτων ἐπιρρύσεως. πόθεν δὲ τοῦτο, δηλώσω. γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθʼ ἡμᾶς λίμνῃ. μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμόν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ Ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον ἢ τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι’ ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. πολὺς οὖν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.