Ἐκ τῆς ἐπιστολῆς αὐτοῦ πρὸς Ἰουλιανὸν τὸν παραβάτην Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν Χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν, καὶ θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. δέχομαι δὲ καὶ τοὺς ἁγίους ἀποστόλους, προφήτας, καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι’ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεόν, καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατʼ ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐκ ἀπηγορευμένων, ἀλλʼ ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων. Ἀπολιναρίῳ Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ, Βασίλειος. πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες οἷς τε ὑπισχνοῦ. νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες, καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες, τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι, ὅπως τε οἱ πατέρες αὐτῷ ἐχρήσαντο, καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον. τὸν γὰρ ἐπιούσιον ἄρτον, καὶ τὸν λαὸν τὸν περιούσιον, καὶ εἴ τι τοιοῦτον, ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτούς, βαθέως τὴν οὐσίαν διαβάλλοντας, ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διάνοιαν ἔχει, καὶ πῶς ἂν ὑγιῶς λέγοιτο, ἐφʼ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον. πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν εἶναι καθʼ ὑπόθεσιν τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι. ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, ἀγέννητον καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι (διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον), ὅμοιον δὲ κατʼ οὐσίαν ἀκριβῶς ἀπαραλλάκτως, ὀρθῶς ἂν οἶμαι λέγεσθαι. εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας, εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ), τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ὁ ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει. Βασιλείῳ Ἀπολινάριος Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ ὁ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ὁ ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶς ἄρχεται, καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον, ὥσπερ ἐπὶ σωμάτων, ἀλλʼ ἀπογέννησις. οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλʼ ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρί. οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος, οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλʼ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται· βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῷ μείζων μείζονα μὲ ἐν ἰσότητι Coteler. μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱόν, ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱόν, μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι, τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν· ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει, τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες, ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατήρ, ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ, ἄλλος Υἱός, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλʼ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλʼ εἰκών. οὗτος ὁμοούσιος, ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλʼ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέννημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθʼ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.