Ἀνεπίγραφος, ἐπὶ ἐπικουρίᾳ Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος. τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν ὃ παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. κεῖσθαι E. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθη συνήθη om. C, D. βοήθειαν. συνήθη βοήθειαν συνήθειαν E. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον. Ἀνεπίγραφος, ὑπὲρ συντρόφου Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. βιαίως μέν, καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς, ἐκφωνεῖν ἀναγκάζομαι· γράφω δʼ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων, ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς αἰτοῦσιν ἑκάστοτε παρʼ ἡμῶν. φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἶς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι, διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι τι om. C. ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. ἀλλʼ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην, ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. διασώζουσαν E. καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν. Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς μισθὸν C, D. τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. ὥστε ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι’ ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι. Γρηγορίῳ ἀδελφῷ περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεως Sic C, D, E; Γρηγορίῳ ἀδελφῷ in marg. περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεως A, B; πρὸς Γρηγόριον ἀδελφὸν F. Ἐπειδὴ πολλοί, τὸ κοινὸν τῆς οὐσίας φύσεως E. ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν)· διὰ τοῦτο ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, πάθῃς C, D. ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια. Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. ὁ γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τόν τινα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, ἢ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, δι’ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἢ τὸν Ἰωάννην ἐπιγνωσόμεθα. Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, δι’ ἧς οὐχ ἡ οὐχ ἡ οὐχὶ C, D, E. κοινότης τῆς τις B, D. φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος, ἢ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα χωρήσασα A. τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Παύλου λόγον... ἐπὶ τοῦ om. C, D. Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς ὑφεστηκὸς C, D. καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν. Τοῦτο οὖν ἐστὶν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ τοῦ κοινοῦ φρομ τὸν κοινὸν F. μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ τὸ from τῷ F. ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλε ἔμελε E, ἤμελλε D. τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου ἐδήλου E. λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου Αὐχίτου A, B. καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων. Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶς ἁμαρτήσεις. πῶς ἁμάρτης εἴ πως C, D. πῶς ὡς A. τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σου σοι C, D. ἡ ἔννοια (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον ὑποτεταγμένον E. νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶ ἐπειδὴ F. δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἢ εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται. Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσιν ἐν πᾶσιν om. C, D. ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ὁ ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι, καὶ ἐν αὐτῷ συνεστάναι, παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται· οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως· ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ ἅγιον ἀχωρίστως συνεπινοεῖται. οὐ γὰρ ἔστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι, μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ ἅγιον Πνεῦμα, ἀφʼ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἐξηρτημένον C, D. ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ὁ δὲ Υἱός, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθʼ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν, κατὰ τὸ ἰδίαζον τῶν γνωρισμάτων, τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεός, ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ εἶναι, καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι, μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. τούτου ἕνεκεν ἐν ἐπὶ E. τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου· ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον, καὶ ἀκατάληπτον, καὶ τὸ ἀκτίστως εἶναι, καὶ μηδενὶ τόπῳ περιειλῆφθαι, καὶ πᾶσι τοῖς τοιούτοις, μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει, ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι. καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν διὰ τῶν αὐτῶν φρομ δι’ αὐτῶν αλια m. F. προσελεύσεται, ἀπαραλλάκτως, ἐπὶ Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης. διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι κεχηναίναι F. ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα. ἀλλʼ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφʼ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸν πατέρα φρομ τὸ Πνεῦμα αλια m. F. οὐκ ἀπεμέρισεν, ἀλλʼ ἀκολούθως μέν, κατὰ τὴν τάξιν, συνημμένως δέ, κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. καὶ ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστὶ τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν ὁ Παῦλος, ἀπόστολος C, D, F. ὥσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα τὸν πατέρα φρομ τὸ πνεῦμα αλια m. F. συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον. οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ ἐν αὐτῷ om. C, D. ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατʼ οὐδένα τρόπον, ὡς ἢ ἢ om. A, B. Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι· ἀλλά τις ἄῤῥητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία καὶ ἡ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν, ἔφαμεν A, B. καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν. Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν· οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι ἐφαρμόσασθαι F. τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. πόθεν οὖν φαμὲν τὸ διακεκριμένον ἅμα καὶ συναφὲς συνφυὲς E; συμφυὲς A, B, C, D; συνμφυὲς from συναφὲς alia m. F. ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν· ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, προσπέσειεν C. πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίου τοῦ ἡλίου τοῦτο A, B, C, D, E; τοῦτο from ἡλίου alia m. F. τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου in marg. alia m. F; τοῦ κύκλου τοῦ ἡλιακοῦ C, D. καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροος πολύχρωμος A, D, E. γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὑπεκκλέπτουσα A, B. ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα μιγνύντα E, F. δι’ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν, φεύγουσιν E. ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται. Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, καταλαμβάνειν F. οὕτω μοι λόγισαι λόγισαι νόει A; λόγισαι from νοῆσαι alia m. F. δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἐπαναστράπτειν A; ἐπανάπτειν B. ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας οὐσιότητας E. ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχροον πολύχρωμον C, D; πολύχροον from πολύχρωμον alia m. F. ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖν κενοπαθεῖν A, B, C, D, E. τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος ἐνεθεώρησεν . . . λόγος om. C, D. εἰς εἰς from κατὰ alia m. F. τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν. Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, ἐπιγνώσεται B. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται· πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼ ἐπʼ from ὑπʼ alia m. F. αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς καὶ add. A. B, C, D, E, F. ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις. Ἀλλʼ ἡμεῖς τοῦτό φαμεν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ τοῦ ἀποστόλου F. ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς· δόξης ἀπαύγασμα λέγων, καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅνπερ ὁ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρʼ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλʼ ἐπί τινος τινος from τῆς alia m. F. ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπʼ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλʼ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. καὶ ὡς editi; καὶ F. γὰρ οὐκ εἶπεν, Ὃς ὢν δόξα τοῦ Πατρός, καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως ἀδιασπάστως E. συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγή, ἀλλʼ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς· οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ διαστιματικῇ E. τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλʼ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν. Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι ὑποδείγμασι from δόγμασι alia m. F. πρὸς πρὸς from καὶ alia m. F. τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλʼ ἕτερος μὲν ὁ τοῦ σχήματος, σώματος F. ἕτερος δὲ ὁ τοῦ σώματος σχήματος F. λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου· πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς διακρίνῃ C, D, F. τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παριστάναι, παρίστησιν editi; παριστάναι R. J. D. οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλʼ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένης ἐπιθεωρούσης E. αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλʼ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας, διαζεύξαντος E. ἐφʼ ἑαυτοῦ μόνου μόνον C, D. καταλαβεῖν καταλαβεῖν from καταλαμβάνειν alia m. F. τὸ λειπόμενον. οὐδὲ γάρ ἐστι δυνατόν, Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης. Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρά φησιν εἶναι τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἂν μᾶλλον ἐπιγνωσθείη τὸ νόημα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ ἀποστόλου φωνάς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν, οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα κατὰ τὸν τῆς ἀορασίας καὶ τῆς ἀγαθότητος λόγον, ἀλλʼ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῷ πρωτοτύπῳ ἐστί, κἂν ἕτερον ᾖ. οὐ γὰρ ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι ἔχει E. καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται. καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἀνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων (ἦ γὰρ ἂν δι’ ὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον), ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτεύσας. ὥσπερ γὰρ γὰρ om. A, B, C, D, F. ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν, οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, διὰ τῆς τοῦ Υἱοῦ γνώσεως, ἐν τῇ καρδίᾳ ἐδέξατο. εἰσεδέξατο E; εἰσεδέξατο from ἐδέξατο alia m. F. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν, ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις οἱονεὶ μορφὴ καὶ πρόσωπον γίνεται τῆς τοῦ Πατρὸς ἐπιγνώσεως· καὶ ἡ τοῦ Πατρὸς ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται, μενούσης αὐτοῖς τῆς ἐπιθεωρουμένης ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων. Ἰουλιανὸς Βασιλείῳ This letter is not to be found in any of the six MSS. examined by the writer. Ἡ μὲν παροιμία φησίν, Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας, Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρʼ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμι δίδωσι codd. Jul., sed δίδωμι ed. Bas. οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧς ἧς μόνης ed. Jul. οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἀλλήλοις ed. Jul. ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα. Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσου ὅσον codd. Jul. σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ. Ἰουλιανὸς Βασιλείῳ Ἰουλιανὸς βασιλεὺς βασιλείῳ E; Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς τὸν μέγαν βασίλειον C, D; Ἰουλιανοῦ πρὸς τὸν ἅγιον βασίλειον F. Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν ἐκομισάμην E. τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ ποταμοῦ add. C. D, F. δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι , εὐμορφοποικιλοκανθαρόμορφοι C, D; εὐμορφοποικιλοκαρόμορφοι F; εὐμορφοποικιλοκαθαρόμορφοι editi. οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται προκυλινδοῦνται F. ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπει πρέπει ἁρμόζει E, F. βασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν Σάπφωριν E. ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ ἐν ταὐτῷ ἐνταῦθα F. δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν τῶν E, F. Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς. Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος· περιβαλλόμενος (περι in ras. Et in marg., alia m.) F. καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἦ οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου κωνσταντοῦ C, D, E. τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ τὴν ἡλικίαν F. ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου μου om. C, D, F. τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον· ἐπὶ τὸν Περσικὸν πόλεμον κατὰ τὴν Περσῶν E, F. ἑτοίμου ὄντος μου, ἑτοίμου ὄντος μου καὶ C, D. εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον πάντα τόπον ἑτοίμως ἔχω C, D. ἀνασκευάσαι τῆς τὴν C, D. Καίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα καλλιεργήματα F. καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν πεῖσαι D, E. πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι μοι τεἰ συνίδης E, F. δι’ οἰκείου πιστοῦ σοι σου E, F. ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων om. C, D, E, MSS. Juliani.