<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="357"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσοφίας τὸ γνώρισμα; παίζειν παρʼ ὑμῶν ἐδιδάχθημεν· ἀλλʼ ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν, λῦσόν μοι τὴν ἀθυμίαν, ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ... ... οὐδὲν διαφέρουσα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="358"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Ὦ χρόνων ἐκείνων, ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοισϲ νῦν διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθʼ ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα. τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾷν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι, <pb n="v.4.p.328"/> περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. σὺ δέ, τά τε ἄλλα πρᾶός τις, καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="359"><head rend="align(center)">Βασίλειος Λιβανίῳ</head><p rend="align(indent)"> Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος<note xml:lang="eng"><foreign xml:lang="grc">ποιησόμενος</foreign> MSS. et editi; <foreign xml:lang="grc">ποιησάμενος</foreign> Capps.</note> Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς. </p></div></div></body></text></TEI>