Βασίλειος Λιβανίῳ Δεχομένοις μὲν ἡμῖν ἃ γράφεις, χαρά· ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν, ἀγών. τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶτταν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής; ὁμολογῶ καὶ φιλῶ. Λιβάνιος Βασιλείῳ Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσοφίας τὸ γνώρισμα; παίζειν παρʼ ὑμῶν ἐδιδάχθημεν· ἀλλʼ ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν, λῦσόν μοι τὴν ἀθυμίαν, ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ... ... οὐδὲν διαφέρουσα. Λιβάνιος Βασιλείῳ Ὦ χρόνων ἐκείνων, ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοισϲ νῦν διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθʼ ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα. τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾷν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι, περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. σὺ δέ, τά τε ἄλλα πρᾶός τις, καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς. Βασίλειος Λιβανίῳ Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος ποιησόμενος MSS. et editi; ποιησάμενος Capps. Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς. Ἐκ τῆς ἐπιστολῆς αὐτοῦ πρὸς Ἰουλιανὸν τὸν παραβάτην Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν Χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν, καὶ θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. δέχομαι δὲ καὶ τοὺς ἁγίους ἀποστόλους, προφήτας, καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι’ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεόν, καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατʼ ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐκ ἀπηγορευμένων, ἀλλʼ ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.