<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="354"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ<note xml:lang="eng"><foreign xml:lang="grc">δεξάμενος</foreign> E. Med.</note> τὴν σὴν ἔπεστί μοι <pb n="v.4.p.324"/> βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν<note xml:lang="eng"><foreign xml:lang="grc">λόγου</foreign> editi antiqui.</note> τέχνην. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="355"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων,<note xml:lang="eng"><foreign xml:lang="grc">Σουδαρίων</foreign> Med.</note> ὁ τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν ἡ γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν. </p></div><pb n="v.4.p.326"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="356"><head rend="align(center)">Βασίλειος Λιβανίῳ</head><p rend="align(indent)"> Δεχομένοις μὲν ἡμῖν ἃ γράφεις, χαρά· ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν, ἀγών. τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶτταν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής; ὁμολογῶ καὶ φιλῶ. </p></div></div></body></text></TEI>