Βασίλειος Λιβανίῳ Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι αὐτόθεν Regius sec., Coisl. sec. ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσθαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον, καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. τίς δὲ ὁ ἀγών; τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι. ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. ὁ γὰρ Λιβάνιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτός, τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος. εὑρόμενος editi antiqui. Λιβάνιος Βασιλείῳ Ἰδοὺ πέπομφα τὸν λόγον, ἱδρῶτι περιρρεόμενος. πῶς γὰρ οὐκ ἔμελλον, ἀνδρὶ τοιούτῳ τοσούτῳ Harl. πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ Δημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλλουμένας μάτην, τὸ δὲ ἐμὸν τοιοῦτον, οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος; ὅθεν πέφρικα καὶ τρέμω, τὴν ἡμέραν λογιζόμενος, καθʼ ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ δεῖν Coisl. sec., Regius sec. καὶ τῶν φρενῶν ἐκπέπτωκα. Βασίλειος Λιβανίῳ Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. ὦ Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ ὦ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ αὐτὸν γὰρ ἐδόκουν τὸν δύσκολον add. Harl. ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο. Λιβάνιος Βασιλείῳ Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ δεξάμενος E. Med. τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν λόγου editi antiqui. τέχνην. Λιβάνιος Βασιλείῳ Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων, Σουδαρίων Med. ὁ τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν ἡ γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.