Λιβάνιος Βασιλείῳ Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν, πεποίηται πρόνοια Med. καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τῶν add. Anglicanus. τοῦ πέμψαντος μεμνημένους. μεμνημένοι editi antiqui. δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν. Λιβάνιος Βασιλείῳ Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον, δυσγρήπιστον E. σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος· ἔγωγε, ἔγωγε Capps; ἐγὼ δὲ MSS. et editi. εἰ μὴ σὺ παράσχοις, παράσχῃς editi antiqui; παράσχοιο editio Basileensis. ὕπαιθρος διαχειμάσω. Βασίλειος Λιβανίῳ Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζειν γρηπίζειν E. λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· δυσγρήπιστος E. ἡμεῖς οἱ οὕτω δι’ ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖς ὑμεῖς ὡς ὑμεῖς Harl. οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας; Ἐγὼ δέ σοι σε E. τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς τοὺς E. ἐν Θερμοπύλαις ἀγωνιζομένοις ἀγωνιζομένους E. στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶ om. E. κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ὁ ἱερὸς Ἀλφαῖος om. E. ἀποκαταστήσειν κατεπηγγείλατο. Λιβάνιος Βασιλείῳ Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος χιόνων editi antiqui. καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σε σοι editi antiqui. προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, ἐξακριβάζων E. et alii; ἐξακριβώσω Harl. τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί. Βασίλειος Λιβανίῳ πρὸς τὰς ἑκατέρας ἐπιστολάς add. Harl. Λέλυταί σοι τὸ δύσθυμον. τοῦτο γὰρ ἔστω ἔσται E. τῆς ἐπιστολῆς τὸ προοίμιον. σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε γελῶν εἴτε σπουδάζων. τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾷν ἡμῶν τοῖς σκώμμασιν; ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος, τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσί, γνώσῃ ὡς κρυερά τις αὐτὴ καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα, καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων τοῦ δωματίου Regius sec., Coisl. sec. προκύπτειν. τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξῃ, ἐπανάξει editi antiqui. πάλιν τὸ εἶναι, ὥσπερ φυτοῖς, χαριζόμενον.