<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="345"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι<note xml:lang="eng"><foreign xml:lang="grc">ὅτε</foreign> editi antiqui.</note> τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι.<note xml:lang="eng"><foreign xml:lang="grc">βλάπτει ... ἐκεῖναι</foreign> om. E</note> καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον.<note xml:lang="eng"><foreign xml:lang="grc">δῆλον</foreign> add. Capps.</note> τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ<note xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign> editi antiqui; <foreign xml:lang="grc">γὰρ</foreign> MSS. et editi recentiores.</note> <pb n="v.4.p.310"/> πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδικηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως,<note xml:lang="eng"><foreign xml:lang="grc">Μήνως</foreign> E.</note> καὶ ὁ τούτου δὲ ἀδελφός. </p><p rend="align(indent)"> Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπαγγείλας</foreign> Regius see., Coisl. see.</note> ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ<note xml:lang="eng"><foreign xml:lang="grc">στρατηγίου</foreign> E.</note> σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν<note xml:lang="eng">om. E.</note> ὕβρισεν<note xml:lang="eng"><foreign xml:lang="grc">ὕβριζεν</foreign> E.</note> Ἀγαμέμνων ἐθεράπευε<note xml:lang="eng"><foreign xml:lang="grc">θεραπεύων</foreign> E.</note> δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο <pb n="v.4.p.312"/> βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀδοκεῖσθαι</foreign> E; <foreign xml:lang="grc">ἠδικῆσθαι</foreign> editi antiqui.</note> δοκῶ; </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="346"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν,<note xml:lang="eng"><foreign xml:lang="grc">πεποίηται πρόνοια</foreign> Med.</note> καὶ διήγαγον, ὡς εἰκὸς ἦν,<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν</foreign> add. Anglicanus.</note> τοῦ πέμψαντος μεμνημένους.<note xml:lang="eng"><foreign xml:lang="grc">μεμνημένοι</foreign> editi antiqui.</note> δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν. </p></div><pb n="v.4.p.314"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="347"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον,<note xml:lang="eng"><foreign xml:lang="grc">δυσγρήπιστον</foreign> E.</note> σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος· ἔγωγε,<note xml:lang="eng"><foreign xml:lang="grc">ἔγωγε</foreign> Capps; <foreign xml:lang="grc">ἐγὼ δὲ</foreign> MSS. et editi.</note> εἰ μὴ σὺ παράσχοις,<note xml:lang="eng"><foreign xml:lang="grc">παράσχῃς</foreign> editi antiqui; <foreign xml:lang="grc">παράσχοιο</foreign> editio Basileensis.</note> ὕπαιθρος διαχειμάσω. </p></div></div></body></text></TEI>