<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="342"><head rend="align(center)">Βασίλειος Λιβανίῳ</head><p rend="align(indent)"> Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα ἢ καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματα<note xml:lang="eng"><foreign xml:lang="grc">κνήσματα</foreign> E.</note> τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας ἡ φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοις<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπλήκτοις</foreign> Regius primus; <foreign xml:lang="grc">ἀπράκτοις</foreign> Regius see. et Coisl. see.; <foreign xml:lang="grc">ἀπλήστοις</foreign> E.</note> κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. </p><p rend="align(indent)"> Τί βούλεταί μοι<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τί βούλεταί μοι</foreign><foreign xml:lang="grc">τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδέν σε χρὴ</foreign> editi antiqui.</note> τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε διδαχθῆναι <pb n="v.4.p.306"/> τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς εὐγλωττίας</foreign> editi antiqui.</note> διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="343"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">σοὶ</foreign> Harl., Anglicanus.</note> μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> editi antiqui.</note> δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="344"><head rend="align(center)">Βασίλειος Λιβανίῳ</head><p rend="align(indent)"> Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν<note xml:lang="eng"><foreign xml:lang="grc">τοῖς</foreign> add. E.</note> λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον <pb n="v.4.p.308"/> ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές. </p></div></div></body></text></TEI>