Βασίλειος Λιβανίῳ Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα ἢ καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματα κνήσματα E. τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας ἡ φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοις ἀπλήκτοις Regius primus; ἀπράκτοις Regius see. et Coisl. see.; ἀπλήστοις E. κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. Τί βούλεταί μοι τί βούλεταί μοι τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδέν σε χρὴ editi antiqui. τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳ τῆς εὐγλωττίας editi antiqui. διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα. Λιβάνιος Βασιλείῳ Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦ σοὶ Harl., Anglicanus. μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς ἡμῖν editi antiqui. δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν. Βασίλειος Λιβανίῳ Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν τοῖς add. E. λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.