Λιβάνιος Βασιλείῳ Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. τρέμοντα γράφειν E et alii. ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ ἔτι κατέχεις, ὃ πάσης ὃ πάσης ὅπερ E. λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα ζημιῶσαί με προείλου τιμωρεῖσθαί με βούλει add. editi antiqui. τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαι ἀπολαύειν editi antiqui. τῆς παγχρύσου σου γλώττης. Βασίλειος Λιβανίῳ Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα ἢ καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματα κνήσματα E. τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας ἡ φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοις ἀπλήκτοις Regius primus; ἀπράκτοις Regius see. et Coisl. see.; ἀπλήστοις E. κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα. Τί βούλεταί μοι τί βούλεταί μοι τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; πάντως οὐδέν σε χρὴ editi antiqui. τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, ἣ τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳ τῆς εὐγλωττίας editi antiqui. διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἡ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα. Λιβάνιος Βασιλείῳ Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦ σοὶ Harl., Anglicanus. μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς ἡμῖν editi antiqui. δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν. Βασίλειος Λιβανίῳ Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν τοῖς add. E. λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές. Λιβάνιος Βασιλείῳ Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι ὅτε editi antiqui. τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. βλάπτει ... ἐκεῖναι om. E καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον. δῆλον add. Capps. τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ δὲ editi antiqui; γὰρ MSS. et editi recentiores. πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδικηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως, Μήνως E. καὶ ὁ τούτου δὲ ἀδελφός. Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας, ἀπαγγείλας Regius see., Coisl. see. ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ στρατηγίου E. σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν om. E. ὕβρισεν ὕβριζεν E. Ἀγαμέμνων ἐθεράπευε θεραπεύων E. δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι ἀδοκεῖσθαι E; ἠδικῆσθαι editi antiqui. δοκῶ;