<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="339"><head rend="align(center)">Βασίλειος Λιβανίῳ</head><p rend="align(indent)"> Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὡμολόγηται, καὶ<note xml:lang="eng">om. E.</note> τὰ μεγάλα μικρὰ ποιεῖν ὅτε<note xml:lang="eng"><foreign xml:lang="grc">ὅποτε</foreign> editi antiqui.</note> βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγεθος; ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. τὴν γὰρ ἐπιστολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ, <pb n="v.4.p.298"/> ὡς ἡττηθῆναι δῆθεν αὐτῆς, καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν· ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρʼ ἑαυτῶν νίκαις παραχωρῶσι<note xml:lang="eng"><foreign xml:lang="grc">παρέχωσι</foreign> Vat., Regius sec., Coisl. see.</note> τοῖς παισὶν ἐναβρύνεσθαι, οὔτε ἑαυτούς τι ζημιοῦντες, καὶ τῶν παίδων<note xml:lang="eng"><foreign xml:lang="grc">νηπίων</foreign> E.</note> τρέφοντες τὸ φιλότιμον. </p><p rend="align(indent)"> Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ· οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν·<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐμὲ αὐτόν</foreign><foreign xml:lang="grc">ἑαυτόν</foreign> E.</note> πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον ἀσθενείας<note xml:lang="eng"><foreign xml:lang="grc">εὐσθενείας</foreign> E. editi antiqui.</note> ὑπόδειγμα· ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγανται τῆς δυνάμεως, οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ<note xml:lang="eng">om. E.</note> τὸν βάρβαρον ἦγες<note xml:lang="eng"><foreign xml:lang="grc">εἶχες</foreign> Med.</note> ὑπὲρ τὸν Ἄθω πλέοντα. ἀλλʼ ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν, ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρʼ ἐκείνων φθεγγόμεθα, νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ· εἰ γάρ τι καὶ ἦμεν παρʼ ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα.</p><pb n="v.4.p.300"/><p rend="align(indent)"> Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν, ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν Ἀνυσίου<note xml:lang="eng"><foreign xml:lang="grc">Ἀνύσιον</foreign> E. et alii.</note> ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="340"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό<note xml:lang="eng"><foreign xml:lang="grc">τούτου</foreign> E. Harl., Med.</note> μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂς<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">εἶναι φῂς</foreign><foreign xml:lang="grc">λέγεις εἶναι</foreign> E.</note> τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τὰ δ’ αὖ</foreign><foreign xml:lang="grc">καὶ τὰ</foreign> editi antiqui.</note> μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίαν<note xml:lang="eng"><foreign xml:lang="grc">μηδεμίαν</foreign> E.</note> εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς,<note xml:lang="eng"><foreign xml:lang="grc">καλῶς</foreign> quinque MSS.</note> εἰργάσω <pb n="v.4.p.302"/> τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ<note xml:lang="eng">om. E.</note> πηδᾷν ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃ<note xml:lang="eng"><foreign xml:lang="grc">ταύτην</foreign> E.</note> τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας. </p><p rend="align(indent)"> Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλόμενον, χείρονα ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. ἀλλʼ οὐκ ἦν, οἶμαι, σόν, ἀδικῆσαι τὴν ἀλήθειαν. ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα, καὶ οὐ χρωμένου<note xml:lang="eng"><foreign xml:lang="grc">χρωμένῳ</foreign> E.</note> τοῖς οὖσι. τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ, πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. βιβλίων μὲν οὖν, ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου, καὶ οὐδεὶς κωλύει.<note xml:lang="eng"><foreign xml:lang="grc">κωλύοι</foreign> quatuor MSS.</note> τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς, καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκτέμῃ</foreign> E. Med.</note> χρόνος, οὐδʼ ἂν ἥκιστα ἄρδοις. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="341"><head rend="align(center)">Λιβάνιος Βασιλείῳ</head><p rend="align(indent)"> Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν.<note xml:lang="eng"><foreign xml:lang="grc">τρέμοντα γράφειν</foreign> E et alii.</note> ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ ἔτι κατέχεις, ὃ <pb n="v.4.p.304"/> πάσης<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὃ πάσης</foreign><foreign xml:lang="grc">ὅπερ</foreign> E.</note> λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα ζημιῶσαί με προείλου<note xml:lang="eng"><foreign xml:lang="grc">τιμωρεῖσθαί με βούλει</foreign> add. editi antiqui.</note> τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπολαύειν</foreign> editi antiqui.</note> τῆς παγχρύσου σου γλώττης. </p></div></div></body></text></TEI>