Λιβάνιος Βασιλείῳ Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν, καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· Τί νῦν ἡμῖν ὁ Βασίλειος δρᾷ, καὶ πρὸς τίνα βίον ὥρμηκεν; ὥρμησεν editi antiqui. ἆρʼ ἐν δικαστηρίοις τρέπεται, τρέφεται Coisl. see. et Regius sec. τοὺς παλαιοὺς ῥήτορας ζηλῶν; ἢ ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας; ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι, καὶ σκοπεῖν, ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος, ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην. Φίρμος Φιρμῖνος editi antiqui. δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι, πόσον τι χρὴ νομίζειν ἐκείνῳ; Δοκεῖς δέ μοι καὶ τούτους ἐκείνῳ... καὶ τούτους ἐκεῖνον ... ταῦτα editi antiqui. ἀπεσταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν· οὐ γὰρ ἂν αὐτὸν οὐ γὰρ ἂν αὐτὸν ἦ γὰρ ἂν αὐτὸς editi antiqui. οὐκ εἶχε τὰ γράμματα. καὶ νῦν τί ποιεῖ ἤ τί μέλλει Φιρμῖνος; ἔτʼ ἔστιν ἐν τοῖς τῶν γάμων πόθοις, πότοις Harl. ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα βαρεῖ nonnulli MSS. δὲ ἡ βουλή, καὶ πᾶσα ἀνάγκη μένειν; ἢ τίνες εἰσὶν ἐλπίδες, ὡς αὖθις ἔσται λόγων κοινωνός; ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δʼ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρʼ ὑμῖν; ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπʼ αὐτόν; ὁρᾷς, ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι· ἀλλʼ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ, καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν, τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες, πρέποι δʼ ἂν ἀνθρώποις πεπαιδευμένοις, τιμήσουσι σε add. E et alii MSS.; με add. Regius sec. et Coisl. sec. τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν. Βασίλειος Λιβανίῳ Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ αὐτός· οὗτος E. πάντας γὰρ ἡμῖν ἡμᾶς E et Med. εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν ᾧ νῦν ἐσμεν. ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος, καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχειν ὅλως πλέον δυνατὸν ἔχειν εἴπερ τι πλέον ἔχειν δυνατὸν editi antiqui. τοὺς παρʼ ἡμῶν ἐρχομένους. τοῦτο δὲ λέγω, οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης. Ἀρκοῦν δʼ ἂν εἴη τῷ νεανίσκῳ, πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας, ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν, ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης, ἣν ἔχεις ἐν τοῖς λόγοις. ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον· ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο. Λιβάνιος Βασιλείῳ Λιβάνιος πρὸς ταῦτα E. Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλʼ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ ὁ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι· νενίκημαι editi antiqui. Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ἡ ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει, δείξων δεῖθον E. οἶμαι καὶ ἄλλοις, καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν. Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται πράττεται nonnulli MSS. τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσει κωλύει editi antiqui. ταύτῃ γε εἶναι βελτίονας. βελτίονα E. μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται κέκτημαι E. μόνον, τὸ ἐπίστασθαι πονεῖν. Βασίλειος Λιβανίῳ Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι τῆς τέχνης ὡμολόγηται, καὶ om. E. τὰ μεγάλα μικρὰ ποιεῖν ὅτε ὅποτε editi antiqui. βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγεθος; ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. τὴν γὰρ ἐπιστολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ, ὡς ἡττηθῆναι δῆθεν αὐτῆς, καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν· ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρʼ ἑαυτῶν νίκαις παραχωρῶσι παρέχωσι Vat., Regius sec., Coisl. see. τοῖς παισὶν ἐναβρύνεσθαι, οὔτε ἑαυτούς τι ζημιοῦντες, καὶ τῶν παίδων νηπίων E. τρέφοντες τὸ φιλότιμον. Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ· οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν· ἐμὲ αὐτόν ἑαυτόν E. πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον ἀσθενείας εὐσθενείας E. editi antiqui. ὑπόδειγμα· ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγανται τῆς δυνάμεως, οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ om. E. τὸν βάρβαρον ἦγες εἶχες Med. ὑπὲρ τὸν Ἄθω πλέοντα. ἀλλʼ ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν, ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρʼ ἐκείνων φθεγγόμεθα, νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ· εἰ γάρ τι καὶ ἦμεν παρʼ ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα. Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν, ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν Ἀνυσίου Ἀνύσιον E. et alii. ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ. Λιβάνιος Βασιλείῳ Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό τούτου E. Harl., Med. μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂς εἶναι φῂς λέγεις εἶναι E. τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖ τὰ δ’ αὖ καὶ τὰ editi antiqui. μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίαν μηδεμίαν E. εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς, καλῶς quinque MSS. εἰργάσω τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ om. E. πηδᾷν ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃ ταύτην E. τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλόμενον, χείρονα ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. ἀλλʼ οὐκ ἦν, οἶμαι, σόν, ἀδικῆσαι τὴν ἀλήθειαν. ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα, καὶ οὐ χρωμένου χρωμένῳ E. τοῖς οὖσι. τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ, πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. βιβλίων μὲν οὖν, ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου, καὶ οὐδεὶς κωλύει. κωλύοι quatuor MSS. τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς, καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι ἐκτέμῃ E. Med. χρόνος, οὐδʼ ἂν ἥκιστα ἄρδοις.